Logos 23 rem close CLOSEOUT
Rem CLOSEOUT: all given into the Son’s hand. LOGOS XXIII CLOSEOUT.
Greek
ῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς; ∆ῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρεπούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν' ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. ∆ιὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός. ΑΛΛΟ. Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ' οὐκ ἦν ἔργα σαρκός. Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ' αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρισκόμεθα. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαί 75.389 νεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν' οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. ∆ι' ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ' ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.