Thesaurus on the Holy Trinity · §logos-29-open

Logos 29 opening: then the Son himself will be subjected

Twenty-ninth discourse. On “when all things are subjected, then the Son himself will be subjected.”

Future subjection is read without making the Son now lesser in nature than the Father.

Greek

ΛΟΓΟΣ ΚΘʹ. Εἰς τὸ, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἴσος ἔσται, φασὶ, κατὰ φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, εἴ γε ἀληθεύειν λέγει ὁ Παῦλος, ὅτι καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρί; Ἀνάγκη γὰρ πᾶσα συνομολογεῖν ὅτι τὸ ὑποτασσόμενον τοῦ ὑποτάσσοντος ἔλαττον· ὥσπερ οὖν ἀμέλει καὶ τοῦ νικῶντος τὸ νικώμενον. 75.432 Πρὸς τοῦτο λύσις. Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσεβείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦλος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑποτεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑποτασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. ΑΛΛΟ. Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι Τὰ σύμπαντα δοῦλα σά; Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ' ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.