Thesaurus on the Holy Trinity · §logos-31-rem-mid

Logos 31 rem mid

Rem mid: solutions against creaturely readings.

Greek

ὐσίᾳ αὐτού. Ἀντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμβεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Πρὸς τοῦτο λύσις. Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τε 75.448 λείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ' οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ' οὐσίαν αὐτῷ; ΑΛΛΟ. Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπιχειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος; Ἀλλ' οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκοντες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγκείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ' ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ' ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννήματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ, εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν σημαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ' εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι. ΑΛΛΟ. Μηδὲν κατ' ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρτός τε

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.