Logos 6 opening: sixth discourse on will and generation (PG stigma)
Sixth discourse. On the Father’s will and the Son’s generation.
Cyril refuses to let “by will” mean the Son is a later product. Whatever is said of willing must keep the Son inside the Father’s own life, not among crafts.
Greek
ΛΟΓΟΣ ςʹ. Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱόν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλαττῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ ἐξ αὐτοῦ, ἀλλ' ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βουλήσει μόνῃ τὴν συνύπαρξιν ἔχει. Πρὸς τοῦτο λύσις. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσεται, γεννῶν ἀμερίστως. ΑΛΛΟ. Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμένης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρόπον. ΑΛΛΟ. Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συνέχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τούτοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει. ΑΛΛΟ. Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκεσθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ' οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσομεν· μένει γὰρ ἐφ' ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. ∆ιόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει. ΑΛΛΟ.
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.