Thesaurus on the Holy Trinity · §logos-6-rem-close

Logos 6 rem close CLOSEOUT

Rem CLOSEOUT: generation is not a crafted afterthought. LOGOS VI CLOSEOUT.

Greek

ον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ' αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι' αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.