Logos 7 rem close CLOSEOUT
Rem CLOSEOUT: the dilemma fails. LOGOS VII CLOSEOUT.
Greek
ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ' αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φωτισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, Πρὸς ταῦτα λύσις. Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία (οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννηκότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ' αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ, ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασε τὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην
About this text
Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.
English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.
Witnesses
- Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.