Thesaurus on the Holy Trinity · §logos-9-rem-close

Logos 9 rem close CLOSEOUT

Rem CLOSEOUT: consubstantial stands. LOGOS IX CLOSEOUT.

Greek

αίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ' αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ' ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θεία φύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε. Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλεσται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.

About this text

Cyril of Alexandria, Thesaurus on the Holy and Consubstantial Trinity (Greek). SERIES on this page: prologue + Logos I–XXXV CLOSEOUT.

English follows PG 75 Greek (CPG 5215). Greystone / Durand SC / modern English syncs were not used as wording. Thesaurus SERIES CLOSEOUT prologue + Logos I–XXXV.

Witnesses

  • Copy-text PG 75 — Thesaurus de sancta et consubstantiali Trinitate (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.