Dial.5 rem close CLOSEOUT
Rem CLOSEOUT: deity’s own things and glory are naturally in the Son. DIALOGUE 5 CLOSEOUT.
Greek
εῖσθαι μὲν ὡς δυσκλεὲς τὸ ὑποτετάχθαι δοκεῖν, ἀποσείεσθαι δὲ τὸ πρὸς πᾶν ὁτιοῦν συνεθέλειν αὐτῷ; {Β.} Ἥκιστά γε. {Α.} Οὐκοῦν ὁ καὶ νῦν ὁμογνώμων τε καὶ συνεθελητὴς τῷ γεγεννηκότι, μᾶλλον δὲ ἡ βουλὴ καὶ ἡ θέλησις τοῦ 586 Πατρός, τίνα δὴ τρόπον ὑποταχθήσεται, καὶ τοῦτο κατὰ καιρούς, ὡς οὔπω νοούμενος συνεθελητὴς ἤγουν ὑποτε ταγμένος; Κεχρήσομαι γὰρ ἀδικούσῃ μηδὲν εἰς οὐσίας λόγον τὸν Μονογενῆ καὶ τῇ τοῦ Παύλου φωνῇ. {Β.} Ποῖον οὖν ἄρα τὸ χρῆμα τῆς ἐσομένης ὑποταγῆς; {Α.} Ἐν ἐλπίσιν ἐσμὲν ἀγαθαῖς, ὦ Ἑρμεία, καὶ ἀραρότως πεπιστεύκαμεν ὡς τοῖς ἐθέλουσι διαβιῶναι λαμπρῶς, ἁγίαν τε καὶ ἀξιάγαστον ἀληθῶς κατωρθωκόσι ζωήν, ἡ παντὸς ἀγαθοῦ μέθεξις ὑπάρξει παρὰ Θεοῦ, καὶ μὴν ὅτι τὰ ὑπὲρ νοῦν καὶ λόγον ταῖς τῶν ἁγίων τεθησαύρισται κεφαλαῖς. Ἔσται δὲ τούτων ἁπάντων διανομεὺς καὶ πρύτανις ὁ Υἱός· πάντα γὰρ παρὰ Πατρὸς εἰς ἡμᾶς δι' αὐτοῦ ἐν Πνεύματι, καὶ οὔτι πού φαμεν ὑπουργικὴν εἰσκομίζοντος εἰς τοῦτο τὴν διακονίαν, διανέμοντος δὲ μᾶλλον ἐπ' ἐξουσίας ὡς Υἱοῦ τὰ παρὰ Πατρός, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν, ἁγιασμὸς δηλονότι καὶ σοφία καὶ ζωή, δόξα τε καὶ ἀφθαρσία. Ὅτι δὲ ὑποτεταγμένων ἁπάντων τῷ Υἱῷ, συγκατάρξει πάλιν πάντη τε καὶ πάντως αὐτῷ, καὶ συμβασιλεύσει τῶν ὅλων ὁ Θεὸς καὶ Πατήρ, ἐκδείξειεν ἂν εὐκόλως, τὸ ἀραρότως ἡμᾶς ἐννοεῖν, ὁμογνωμονήσειν αὐτῷ καὶ τότε καὶ πρὸς πᾶν ὁτιοῦν ἔσεσθαι συνεθελητὴν τὸν Υἱόν, καὶ διὰ τῆς ἑαυτοῦ μεσιτείας ἀποπληροῦν τοῖς ἁγίοις τὰ ἐν ἐλπίσι. Καὶ αὐτὸ δὴ τουτὶ τῷ τῆς ὑποταγῆς ὀνόματι καταχρηστικῶς μεμηνυ κέναι φαμὲν τὸν θεσπέσιον Παῦλον. Ἤδει γάρ, ᾔδει προσκρούσων αὐτῷ κατ' οὐδένα τρόπον κἂν εἰ τοιάδε τινὰ λέγοι. Σκοπὸς γὰρ ἀεὶ τῷ Υἱῷ τιμᾶν τὸν Πατέρα, ὅτι ἐξ αὐτοῦ κατὰ φύσιν ἐστίν, ἴσος τε καὶ ὅμοιος κατὰ πᾶν ὁτιοῦν καὶ κατ' οὐδένα τρόπον μειονεκτούμενος. ∆ι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
About this text
Cyril of Alexandria, Dialogue 5 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 5 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.