Dialogues on the Holy Trinity, Dialogue 5 · §dialogue-5-rem-early

Dial.5 rem early

Rem early: glory given and glory had are distinguished so that “given” does not mean the Son lacks deity by nature.

Greek

χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ' ἑκάστῳ γνῶσιν ἀποτελῶν. Παραδείξειε δ' ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδια βλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ' ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς ταῖς ἐπ' ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ' οὐδέν; {Β.} Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που. {Α.} Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς· "Τοῦτο φρονείσθω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων 547 γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." {Β.} Τί οὖν τοῦτό γε; {Α.} Οὐ γὰρ δυσίν, ὦ φιλότης, διανέμει καιροῖς τὴν ἀφήγησιν καὶ διττὴν εἰσφέρει τοῦ μυστηρίου τὴν γνῶσιν; Ἕνα μὲν γὰρ ὁρίζει καιρόν, τὸν ἐν ἀρχαῖς τε καὶ πρῶτον, καθ' ὃν ἦν ὁ Λόγος ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός· δεύτερον δὲ καὶ ἐν ὑστέροις, καθ' ὃν οἱονεί πως μεθεὶς τὸ εἶναι ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, κεκένωκεν ἑαυτόν, μορφὴν δούλου λαβὼν καὶ αὐτὸν ἀνατλὰς τὸν ἐπὶ σταυροῦ θάνατον. Τότε γὰρ δὴ καὶ τὸ φύσει μετὸν αὐτῷ καὶ οὐσιωδῶς εἰσποιήτως ἑλεῖν καὶ ὡς ἐν χάριτος τάξει νενόμισται, φημὶ δὴ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ τὸ προσκυνεῖσθαι δεῖν

About this text

Cyril of Alexandria, Dialogue 5 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.

English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 5 CLOSEOUT.

Witnesses

  • Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.