Dial.7 rem close CLOSEOUT
Rem CLOSEOUT: the Holy Spirit is God and from God by nature. With Dialogues 1–7 tipped, the Trinity Dialogues series closes. SERIES CLOSEOUT.
Greek
ργεῖ τῷ Θεῷ. Ὥστε, εἴπερ τῷ κατὰ μέθεξιν καὶ ἐναυλισμὸν ἑαυτὸ χαρίσαιτο, σοφόν που πάντως ἀποτελεῖ δι' ἑαυτοῦ, καὶ τῆς ἀνωτάτω φύσεως ἀποπληροῖ τὴν ἔν γε τούτῳ πάλιν ἐνέργειαν. Καὶ γοῦν πρὸς Μωσέα μὲν ἔφη τὸν ἱεροφάντην ὁ πάντα ἰσχύων Θεός· "Τίς ἔδωκε στόμα ἀνθρώπῳ; καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; Οὐκ ἐγὼ Κύριος ὁ Θεός·" Καὶ μὴν καὶ ἑτέρωθι δι' ἑνὸς τῶν προφητῶν περὶ τῆς Ἰουδαίων ἀγέλης ὅτι "Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως πιστεύσουσιν." Ἐν δέ γε ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων τῇ τοῦ Πνεύματος ἐνεργείᾳ τὸ χρῆμα πράττεται· "Καὶ ἤρξαντο γάρ, φησί, λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς." Χριστοῦ δὲ αὖ λέγοντος τοῖς ἰδίοις μαθηταῖς ὡς ἀχθήσονται μὲν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς, ἥκιστα δ' ἂν αὐτοὺς δεδιέναι πρέποι· "Μὴ γὰρ δὴ μεριμνᾶτε, φησί, τί εἴπητε ἢ τί λαλήσητε. Ἐγὼ γὰρ δώσω ὑμῖν γλῶτταν τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ φύσει," τὸ Γράμμα τὸ ἱερὸν ἐκπεπεράνθαι φησὶ τοῖς ἁγίοις τὴν ὑπόσχεσιν. Αὐτὸς γὰρ ἔφη Χριστός· "Οὐχ ὑμεῖς ἐστὲ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν." Πῶς οὖν ἔτι κτιστὸν καὶ πεποιημένον καὶ τῆς ἀνωτάτω φύσεως ἐν δευτέροις καὶ ἐν ὑφέσει λοιπὸν τὸ ὡς σοφία σοφοῦν, καίτοι σοφίας ὄντος τοῦ Θεοῦ; Πῶς δὲ τὸ πάντα εἰδὸς καὶ τὰ βάθη τοῦ Θεοῦ πολυπραγμονοῦν τοῖς οὐκ εἰδόσι τὰ ἐν Θεῷ συντε τάξεται, καὶ δουλοπρεπῆ τὴν δόξαν ἐφ' ἑαυτῷ πρὸς ἡμῶν εἰσδέξεται, καίτοι τοῦ Σωτῆρος λέγοντος ἐναργῶς· "Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος;" Εἰδὸς οὖν ἄρα τὸ Πνεῦμα τὰ ἐν Θεῷ καὶ Κυρίῳ τῷ κατὰ φύσιν, πῶς οὐκ ἐλεύθερον καὶ ὑπὲρ τὴν κτίσιν; Πῶς δὲ οὐχὶ τὸ ὑπὲρ τὴν κτίσιν τῇ τῆς οὐσίας ταὐτότητι συντετάξεται μὲν τῷ Θεῷ καὶ Πατρί, συντετάξεται δὲ αὖ τῷ Υἱῷ; ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν αὐτῷ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
About this text
Cyril of Alexandria, Dialogue 7 on the Holy and Consubstantial Trinity (Greek). Complete on this page: opening + rem CLOSEOUT.
English follows PG 75 Greek (CPG 5216). Durand SC French and modern English syncs were not used as wording. Dialogue 7 CLOSEOUT.
Witnesses
- Copy-text PG 75 — De sancta et consubstantiali Trinitate dialogi (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.