Commentarii in Ecclesiasten · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

σώματι κα̣ι`̣ τ̣α̣ῖς ἁρμονίαις αὐτοῦ ὄψει, ὅτι ἔργον ἐστὶν οὐδενὸς δυνα μένου ποιῆσ̣α̣ι̣ εἰ μὴ τοῦ θεοῦ. ὡς μέντοι πρὸς τὰ ἀόρατα καὶ τὰ ἄνω ματαιότ̣ης̣ ἐστ̣ι´̣ν̣. οὐ δ̣ε`̣ αὐτῇ οὖν ἡ ψυχὴ ὑπετάγη· οὐκ ἔστιν πρόσ καιρόν τι 155 λέγει ὅτι τρόπον τινὰ δοῦλός ἐστιν, ὑπήκοός ἐστιν καὶ ἰδ̣ιώτης τῇ γνώσει– πλουτεῖ δὲ ὁ πολλὰ θεωρήματα συνάξας–καὶ γλυκύς ἐστιν τούτου τοῦ δο κοῦντος εἶναι δούλου καὶ δουλοπρεποῦς ὁ ὕπνος, κἂν ὀλίγα νοήσῃ κἂν πολλά. καὶ ἐὰν ἔχῃ τὴν πρᾶξιν, ἵνα ᾖν οὗτος δοῦλος τῷ "δουλείας" ἔχειν "πνεῦ μα", οὔπω "υἱός" ἐστιν. ὑπόκειται τῷ φόβῳ τῆς κρίσεως καὶ "ἀπέχεται" τοῦ κακοῦ–εἴ γε ἀπέχε̣σθαι αὐτὸν εἰπεῖν δεῖ–"φόβῳ κολάσεως". οὗτος οὖν δοῦλός ἐστιν φόβῳ ἐπηρμένου νόμου. ἄλλος δὲ δοκῶν ἐν πολλοῖς εἶναι, ἐσφαλμένος δέ, ἔχει τὸν μὴ ἐπιτρέποντα αὐτὸν κοιμηθῆναι, τὴν μέριμναν τὴν ματαίαν. ἔστιν ἀρρωστία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλατ̣τόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ. τὰ τοιαῦτα λέγ̣ει· πρὸς τί ἐστιν ὁ πλοῦτός τινος; ἔστιν δηλονότι κἀκεῖ ν̣ος τοῦ πλούτου κ̣ύριος. οὗτ̣ος οὖν ὁ παρά τινι γλυκασμὸς αὐτοῦ ἐστιν, καὶ αὐτὸς κύριός ἐστιν τοῦ πλούτου̣· ὥσπερ αὐτὸς δύναται χρήσασθαι κα λῶς τῷ πλούτῳ, κρατῶν αὐτοῦ καὶ μὴ δουλεύων αὐτῷ, τουτέστιν τῷ μαμωνᾷ, τοὕτω καὶ πλοῦτος δύναται κρ̣ατῆσ̣αι τοῦ ἔχοντος· καὶ οὐαὶ ἐκείνῳ· ἔστιν ὅταν φιλάργυρος γένηται, ὅταν δο̣ῦλος μαμωνᾶ. λέγει γοῦν, ὅτι ἐστὶν τοιοῦτος "πλοῦτος φυλατ̣τ̣όμενος τῷ παρ' αὐτοῦ". οὐχ ἁπλῶς αὐτο`̣ν̣ πλοῦτον εἴ ρηκεν, ἀλλὰ "φυλαττόμενον αὐτῷ". οὗτός ἐστιν ὁ πλοῦτος̣ τοῦ ἔχον̣ το̣ς. οὕτω καὶ ········ 156 ὡς πάντα τὰ ἐπίπονα ὑπὲρ κτήσεως αὐτοῦ ἀναδέχεσθαι. καὶ τό γε δεινὸν τῆς ἀρρωστίας ἔνιδε· οὐδὲ αὐτὸς αὐτοῦ ἀπολαύει οὐδέ τις τῶν̣ διαδόχων αὐτοῦ. ἐπερ· οὐχ "ὁ πλοῦτος ἐκεῖνος ἀπολεῖται ἐν περισπασμῷ πονηρῷ"; ἔστιν πλοῦτο̣ς ἀπολλύμενος ἄφνω ἢ ἁρπαγῆς γενομένης ὑπὸ πολε̣μί ων ἢ λῃστῶν ἰσχυσάντων λαθεῖν καὶ λαβεῖν αὐτόν. οὐκ ἔστιν ο̣ὗτος λαμβανόμενος ἐν περισπασμῷ. ὅταν δέ τις κινητὸν πλοῦτον ἕνεκα κερδῶν πολλῶν ναυκληρῇ ἢ τὰ ἄλλα ποίῃ, πολλάκις ἀπόλλυται ἐν τῷ περισπασμῷ. λέγομεν δὲ τὸ περισπᾶσθαι τὸ ἔχειν περὶ ἐκεῖνα̣. ἔστιν ὅτε εἴχομεν ἐν χερσίν· "περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώ που". ἀγοράζει πολλάκις παῖδας καὶ ἀποθνῄσκουσιν, πλοῖα ποιεῖ καὶ ναυαγοῦσιν, σπείρει καὶ ἀπόλλυσιν καὶ τὸ σπέρμα. ἐν περισπασμῷ οὖν ἀπολεῖται, οὐκ ἐν ἀσωτίᾳ, οὐκ ἐν ἀργίᾳ χειρῶν. καὶ ἐγέννησεν υἱόν, καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐ τοῦ οὐδέν. καθὼς ἐξῆλθεν ἀπὸ γαςτρὸς μητρὸς αὐτοῦ γυμνός, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἥκει. προφασίζονται οἱ ἄνθρωποι, ὅτε πλοῦτον συνάγουσιν, τέκνα. καὶ ἀδι κοῦσιν γοῦν ἐνίοτε καὶ ἁρπάζουσιν καὶ τὰ ἄλλα ποιοῦσιν καὶ λέγου σιν, ὅτι "τῶν παιδίων ἕνεκα τοῦτο ποιῶ". ὥσπερ δὲ τ̣α`̣ ἄλλα ἡδέα πολλ̣α´̣κ̣ις ····· ····· ········ ····· ····· ···α̣υ̣σ̣α̣····· πολλὰ παιδ̣ία ····· ····· ····· ····· ····· 157 εἰς οὐρα̣νὸν ὡ´̣στε ἐπὶ γῆς περιπατοῦντα ἔχειν τὸ πολίτευμα ἐν οὐρανῷ. εἶ δον οὖν σπ̣ο̣υ̣δάζοντα περὶ πλοῦτον, καὶ οὐδὲν ὤνησεν αὐτὸν ὁ πλοῦτος. οὐδὲ γὰρ α᾿̣πέλαυ̣σεν αὐτοῦ οὐδὲ ὃν ἔσχεν υἱὸν ἐνκρατὴς τούτου γέγον̣εν, ἀλλὰ πάντῃ πένης ἐστὶν καὶ οἷός ἐστιν γεννηθείς. ἐγεννήθη δὲ οὐ μετὰ χρη μάτων, οὐ μετὰ ἀμφίων. ἐπερ· "ἐν χειρὶ τοῦ υἱοῦ"; ἀντὶ τοῦ "ἐν τῇ ἐξουσίᾳ τοῦ υἱοῦ οὐδέν ἐστιν". εἰώθαμεν γοῦν λέγειν, ὅτι ὑπὸ χεῖρα ἔχει τὸν πλοῦτον. ὅταν οὖν ᾖ η῾̣μέρα τοῦ θανατοῦ, πάλιν ἐπιστρέ φει οὐ μετὰ ἀξιώματος, οὐ 4 μετὰ ἀρχῆς, μηδὲν αἴρων τῶν ἐκ τοῦ βίου· μόνα τις ἀγαθὰ τὰ τῆς̣ ψυχῆς ἆραι δύναται. περὶ δὲ τῶν αἰσθητῶν καὶ ἀνθρωπίνων λέγεται· "μὴ φοβοῦ, ὅταν πλουτή σῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀ ποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα". ὧδε ἡ πρόφα̣σις ἡ λέγουσα "οὐ λήμ ψεται τὰ πάντα" οὐκ ἔστιν μερικὴ ἀπόφασις, ἀλλὰ καθόλου ἀντὶ τοῦ "οὐ δέν". ἐὰν δὲ θελήσῃς καὶ κυριο̣λεκτῆσαι καὶ στερητικὴν μερικὴν αὐτὴν λαβεῖν, τοῦτο λέγει, ὁ´̣τι ἔστιν, ἃ λαμβάνει τις· ἐὰν εὐεργητήσῃ χρήματα ἔχων, ἐὰν δόξαν ἔχων καὶ ἀξίωμα ὀρέξῃ ἀδυνάτοις πει̣ρ̣αθῇ βοηθεῖν, ἀπὸ τῶν σπουδασμάτων, αἴρει μεθ' ἑα̣υ̣του῀̣ τ̣α̣υ῀̣τ̣α̣, τὴν εὐποιίαν ····· ····· ····ε̣····· ο̣υ᾿̣δ̣ε´̣ν̣α̣ τ̣ο´̣τ̣ε̣ δ̣ε̣··ε···ι····· ····· ····· 158 οἷος ἐγεννήθη μέχ̣ρι θανάτου. εἰ οὖν "περισσείᾳ αὐτοῦ ε̣ι᾿̣ς ἄνεμον μο̣χθεῖ", οὐ μένει, ἃ συνάγε̣ι. καί γε

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.