Commentarii in Ecclesiasten · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

οὖν τὸ ὄνο μα οὐχ ὑπὲρ ἔλαιόν ἐστ̣ιν. οὐδὲ γὰρ ἄλλο τοῦ ἐλέους ἐστίν. τὸ δὲ ἀληθῶς αἱρετὸν καὶ τ̣····· ····· ·····ετ̣ον φέρων τῷ κεκτημένῳ ὑπὲρ τὰ ἥδεα τοῦ βίου ἐστίν. ὁμοίως λέγει περὶ ἡμέρας, ὅτι οἱ ὄντως τὰ πρεσβεῖα φέροντες κατὰ τὸν ἔσω ἄνθρωπον κ̣αὶ οἱ ἄγοντες "βίον ἀκηλίδωτον" ἀγαθὸν ὄνομα ἔχου σιν. καὶ τοῦτό ἐστιν τὸ ὑπὲρ ἐ´̣λα̣ι̣ον, ὑπὲρ τὰ ἥδεα. ἐνίοι δὲ κτῶνται τὸ ὄνομα τοῦτο οὐκ ἐξ ἔργων, οὐκ ἐκ βίου, ἀλλ' ε᾿̣κ πρ·····θης καὶ σπου δῆς τινων. οὐκ ἔστιν ἐκεῖνο τὸ ὄνομα αἱρετώτερον τοῦ ἐλαίου. ἑαυτόν τι να δεῖ ἐλεῆσαι· σὺν τούτῳ δὲ τῷ ἐλέει ἐὰν κατορθώσῃ τὸν βίον, αἱρετώ τερον τὸ ἀληθινὸν ὄνομα, προκριτέον ἐστίν. καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. ἀρχὴ θλίψεώς ἐστιν καὶ κακοπραγίας ἡ ἡμ̣έρα τῆς γενέσεως. ἡ ἡμέρα τῆς γενέσεως εἰσάγει ἄνθρωπον ··· εἰς βίον̣, ἐ´̣ν̣θ̣α̣ πολλά ει᾿̣σ̣ιν̣ π̣ονη̣ ρ̣ὰ καὶ κακά· ἡ δὲ τοῦ θανάτου ἡμέρα τ̣ε´̣λ̣ος̣ ε᾿̣πιτίθησιν τῇ ἐπιμόχθῳ ζωῇ. ὁ τοίνυν μὴ προσσχὼν τὰ πρόσκαιρα μηδὲ μ̣ε´̣γ̣α ἐπ' αὐτοῖς φρονῶν, ἀλλ' εἰδὼς ὅτι "κάλλιον ἀναλύσαντα σὺν Χριστῷ εἶναι", τὴν ἡμέραν τοῦ θανάτου προκρίνει τῆς ἡμέρ̣α̣ς τῆς γενέσεως. ἡ μὲν γὰρ πολλῶν κακῶν ἀρ χή ἐστιν, ἡ δὲ τέλος καὶ περιγρα̣φὴ τῶν κακῶν. κα̣κὰ δὲ ἐνταῦθα τὰ ἐπί μοχθα λέγομεν, τὰ ἀδιάφορα· πενίαν, κακοδοξίαν καὶ τὰ συγγενῆ τούτοις. ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους ἢ ὅτι πορευθῆναι εἰς οἶκον ποτοῦ. ὑδαρότης ἤθους οὐ γίνεται, ἔνθα πένθος ἐστίν. ἐκτρέπονται γὰρ ἐκεῖ τὸ γεγηθέναι καὶ γελᾶν· αὕτη ἡ συμφορὰ οὐκ ἐπιτρέπει τοῦτο γίνεσθαι. ἐνί οτε δὲ καὶ ἀρεσκείᾳ τῇ πρὸς τοὺς δυστυχοῦντας καὶ πάσχοντας τὴν συμ φορὰν φυλαττόμεθα τὸ κἂν ἱλαροὶ ὀφθῆναι. ἐν δὲ τῷ οἴκῳ τοῦ ποτοῦ τἀναν τία γίνεται, καὶ ὄρχησις καὶ ᾄσματα φέροντα ψόγον, χυδαιότητος βι´̣ου̣ σύμ βολα ὄντα. "ἀγαθὸν" οὖν ἐστιν τῷ σοφῷ "πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον ποτοῦ". τοῦτο τὸ συνποτίζειν, ὅταν μὴ ἀγαγῇ κακόν, οὔτε ἀγαθὸν φέρει. ἐπερ· ἵνα "πένθος" ψεκτὸν μὴ λάβωμεν; ἐκεῖνο, ὃ μακαρίζει ὁ σωτήρ. καὶ πρὸς τὸ ῥητὸν εἴπομεν, ὅτι τὸ συνεῖναι συμφορὰν ὑφισταμένους οὐ 198 βλάπτει. ὑπόμνησιν ποιεῖ ὅλως τῆς φύσεως ἡμῶν ὁ οἶκος πένθους δηλῶν̣ ὅτι οὐδὲ πρῶτοι οὐδὲ μόνοι δυστυχοῦντες τὸ πένθος̣ ἔχομεν· κοινὸν γὰρ τὸ πένθος. ἐπερ· ἡ ἀναγωγή. οἶκός ἐστιν πένθους, ἔνθα ἠθικα`̣ ἁμαρτημάτων δόγματα καὶ οἱ ἐπ' αὐ τοῖς κολάσεις. ταῦτα γὰρ ἀκούοντες οἱ ἄνθρωποι κακο····· ····· ···λα̣ μὲν καὶ πενθεῖν καὶ ὀλοφύρεσθαι ἐφ' ἑαυτοῖς. ἀγαθὸν οὖν τί ε᾿̣στιν πένθος̣. μακαριςμὸν γὰρ φέρει. "μακάριοι" γὰρ "οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ πα̣ρακληθήσονται". προοίμιον καὶ ἀρχὴ παρακλήσεώς ἐστιν τὸ π̣ένθος. μα καρίζει δὲ ὁ σωτὴρ οὐ τοὺς ὅπως ποτὲ πενθοῦντας. ἐνίοτε γὰρ καὶ ὑπαί τιοι αὐτ̣οὶ πίπτουσιν τοῦ λόγου λέγοντος· "μὴ κλαίετε τεθνηκότα μηδὲ θρη ν̣εῖτε̣ αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ἐκ προσώπου κυρίου, ὅτι οὐκέτι ἐπιστρέψει". οὗτος ἄξιός ἐστιν κλαυθμοῦ. οὐ τὸν τεθνηκότα δεῖ πεν θεῖν, ἀλλὰ τὸν 16 τεθνηκότα ἐκπεσόντα ἀπὸ τῆς μακαρίας καὶ αἰωνίου ζωῆς. κατὰ πολλοὺς οὖν τρόπους δύναται̣ ἑα̣υτόν τις ἐν ἁμαρτίαις γενόμε νος πενθεῖν, ἐὰν αἰσθηθῇ. καὶ μακαρίζεται ὁ ἑαυτὸν πενθῶν ἄξια πένθους πεποιηκὼς καὶ ἐκπεσὼν τῆς μακαρίας ζωῆς, ἵνα παρακληθῇ. πενθεῖ δὲ καὶ ἄλλους, ὅταν φιλ̣όπαις ᾖν. οὕτω γοῦν ὁ Παῦλος ἔλεγεν· "μὴ εἰσελθὼν πενθήσω πολλούς". "πολλοὺς" λέγει τοὺς "μ̣ὴ μετανοήσαντας". οὗτος ὁ πενθῶν οὐχ ἑαυτὸν πενθεῖ, ἀλλὰ τοὺς νεκρωθέντας ἄλλους ἤτοι γενα μένους αὐτοῦ τέκνα διὰ παίδευσιν ἠ`̣ ὅπως ποτέ. ὁ οἶκος δὲ κατάστασίν τινα σημαίνει καὶ ἀγωγήν, οὐ τόπο̣ν. ἔγνω τοῦτο τέλος παντὸς ἀνθρώπου, καὶ ὁ ζῶν δώσει ἀγα θὸν πρὸς καρδίαν αὐτοῦ. ὁ πορευόμενος εἰς "οἶκον πένθους" οἶδεν ὅτι "τέλος παντὸς ἀνθρώ που" ἐστὶν τὸ τεθνάναι. καὶ εἰ οἶδεν ὅτι τεθνήξεται, οὐ μέγα φρονήσει οὐδὲ ἡγήσεται περισπούδαστόν τι ἔχειν, ἐὰν τὰ τοιαῦτα ἔχῃ, ἃ ἀποβαλεῖν δύναται τεθνηκώς–πλοῦτον, δόξαν, ἀξίωμα–κατὰ τὸ "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα". καὶ ὁ ζῶν δώσει ἀγαθὸν πρὸς καρδίαν αὐτοῦ. 199 ζῶντός ἐστιν τὸ θηρεύειν τὸ αὑτῷ δοκούμενον ἀγαθόν. τοῦτο δέ ἐστιν τὸ ἡδύ. ὁ γὰρ τεθνηκὼς καὶ ἄξια τοῦ πενθῆσαι ὑφιστάμενος οὐ "δίδωσιν ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ". ἀλλ' ἐὰν καλὸς καὶ ἀγαθὸς ἀποσπασθῇ τοῦ βί ου, τὸ

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.