Commentarii in Ecclesiasten Unit 5 opening
Unit 5.
Lemma-led open — εὑρίσκει
Greek
ἀληθῶς "ἀγαθὸν" εὑρίσκει "εἰσερχόμενος εἰς τὴν χαρὰν τοῦ κυ ρίου" ἑαυτοῦ. ἐὰν δὲ φαῦλος, κἀκεῖ "κλαυθμὸν" ὑφίσ̣τ̣α̣τ̣α̣ι̣. "ἐκ̣εῖ γάρ ἐστιν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων". δυνατὸν δὲ καὶ τὸν̣ ζῶντα εἰπεῖν· "ὁ ζῶν κατὰ θεόν". οἷοι ἦσαν οἱ ἀμφὶ τὸν Ἀβραάμ, περὶ ὧν εἴρηται· "ὁ θεὸς οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζώντων". ὁ ἀληθῶς ζῶν, ὁ τὴν μακαρίαν ζωὴν ἔχων, τῇ ψυχῇ ἑαυτοῦ εὑρίσκει ἀγαθόν. ἐπερ· ἡ ἀναγωγή· "ἔγνω τοῦτ̣ο τέλος παντὸς ἀνθρώπου". ὁ φαῦλος κατὰ ἕτερον σημαινόμενον λέγετ̣αι ἄνθρωπος, ὡς εἴρηται· "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκετε", καί· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε;". ὁ ἀποβαλὼν ταύτην τὴν ζωήν, καθ' ἣν ψ̣ε̣κ̣τὸς ἄνθρωπός ἐστιν, πενθεῖται μακαρίως. ὁ δὲ ζῶν τῷ περιέπειν τὴν τοιαύτην ἀγωγὴν καὶ ζωὴν τὸ ἡδὺ ἑαυτῷ θηρᾶται, ου᾿̣ ζητεῖ τὴν μετὰ ταῦτα σωτηρίαν, τὴν σὺν πολλῷ πόνῳ κατορθουμένην. "διὰ γὰρ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα̣νῶν", καί· "ἐν παντὶ θλι βόμενοι" οὗτοι οὐδὲν ἡδὺ ἔχουσιν. ὁ πενθήσας οὖν "ἔγνω τὸ τέλος παντὸς ἀνθρώπου". οὕτω γοῦν πενθεῖ ὡς περιγραφέντος αὐτοῦ τοῦ ζῆν τοῦ δημοσιευομένου. οὐχ ἁπλῶς οὖν τὸ ἀγαθὸν δώσει ὁ ζῶν, ἀλλὰ πρὸς τὴν "ἑαυτοῦ καρδίαν" φιλήδονον οὖσαν. ἀγαθὸν θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ ἀνθρώπου ἀγα θυνθήσεται. καὶ ἐκ τῶν μετὰ χεῖρας ἔστιν ἰδεῖν τοῦτο· ἐάν τις ὑπηκόους ἔχῃ, οἷον τέκνα ἢ δούλους, ὅταν οὕτως ὀργίζηται καὶ θυμῶται αὐτοῖς ὥσ̣τε αὐτῶν τὴν κακίαν κωλῦσαι, ὁ "θυμὸς" οὗτος "ἀγαθός" ἐστιν, οὐχ ὁ καθάπαξ θυμός, ἀλλ' ὁ πατρὸς πρὸς τέκνον, ὁ κηδεμόνος πρὸς τοὺς ἐπι κουρουμένους. "ὅτι ἐν κακίᾳ ἀνθρώπου ἀγαθυνθήσεται" ὁ ζητῶν γέλωτα, ὁ ἐκεῖ γινό 200 μενος ὅπου οἱ γελοιασταί· ὁ δὲ "θυ̣μὸν" ἔχων κατὰ τῶν τοιαῦτα ποιούν των καὶ ἑαυτῷ θυμωθήσεται, ὅτα̣ν ἔλθ̣ῃ αὐτῷ λογισμὸς ἢ πρᾶγμα τοιοῦτο, ὡς ἔλεγον ἀρτίως, ὅτι θυμοῦται καθ' ἑαυτου῀̣ ἀνατ̣ιθηνῶν τὸν θυμὸν διὰ κακίαν ἀνθρώπου. ἐπερ· ὡς πρὸς τὴν ἀναγωγήν; ἀναγ̣νόντες τὰς θείας γραφὰς καὶ γνόντες ὡς ὁ θεὸς ἀγανακτεῖ κατὰ τῶν ἁμ̣αρτωλῶν καὶ ὅτι "θυμὸν ἐγείρει", ὃν παραιτούμενος ὁ ἅγιος ἔλεγεν· "μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με"– οὗτος ὁ θυμὸς οὐκ ἔστιν ἀγ̣αθ̣ότερος τοῦ σὺν ἀρετῇ διάγειν· ἀλλ' ὡς ἄξι ός ἐστιν τοῦ κολασθῆναι, αἱρετώτερόν ἐστιν αὐτὸν διὰ θυμοῦ ἐλεγχθῆναι καὶ ἢ αὐτῇ τῇ κολάσει παιδευθ̣ῆναι. θυμοῦται γὰρ ὁ δυνάμενος κολάσαι πρὸ τοῦ κολάσαι. οὐκοῦν ἀκούομεν ἐν τῇ γραφῇ, ὅτι κατὰ τῶν ἁμαρτωλῶν ἀπειλὴ ἀπόκειτ̣αι; εἰ θυμ̣ός ἐστιν ὁ ἀπαγγελλόμενος, ἀπειλή τίς ἐστιν· ἐν τῇ ἀπειλῇ δὲ ὁ θυμός, οὐκ ἐν 17 τῷ πληρωθῆναι τὴν ἀπειλήν. ἐπερ· ἐν τῇ κολάσει οὐκ ἔστι̣ν̣ μείζων ὁ θυμός; ἀλλ' οὐ τοῦτον ἀγαθὸν λέγει, ἐάν τις αὐτοῦ π̣ειραθῇ, ἀλλ' ἐὰν κω λύσῃ ὁ θυμὸς αὐξῆσαι τὰ ἁμαρτήματα, ἵν' ἐπακολουθήσῃ κόλασις. ἐπερ· τὸ "ἀγαθὸν" οὖν "θυμὸς ὑπὲρ γέλωτα". ὑπὲρ τὸ ἥδεσθαι ἐπὶ κακοῖς. "ὅτι ἐν κακίᾳ ἀνθρώπο̣υ ἀγαθυνθήσεται". ὁ γέλως ἐν κακίᾳ ἀνθρώπου ἀγαθ̣ύνεται· καὶ ἑαυτῷ κακίαν φέρει ὁ γελω τοποιὸς καὶ ἄλλοις. ἀγαθ̣υ´̣νεται οὖν ἐν κακίᾳ ἀνθρώπου ὁ ἡδονὰς θηρεύ ων, ὁ τὴν ὑδαρότητα προκρίνων τοῦ αὐστηροῦ βίου. τούτου τοῦ γέλωτος τὸ πρόσωπον ἐν κακίᾳ δοκεῖ ἱλαρύνεσθαι. ἐὰν δὲ περὶ τοῦ θυμουμένου λέγωμεν τοῦτο, ὅτι κακία ἐστὶν ἡ ἐνφαι νομένη ἐν τῇ ἀπειλῇ, οὐ κακίαν τὴν ἐναντιουμένην τῇ ἀρετῇ, ἀλλ̣α`̣ τὴν κα κοῦσαν τοὺς σφαλλομένους, περὶ ἧς καὶ ἐν Ἀμὼς τῷ προφητῇ γ̣ε´̣γραπται· "εἰ ἔστιν κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν;" οὐκ ἔστιν κακωτικὴ κατά στασις ε᾿̣ν πόλει γινομένη ἄνευ τοῦ θεοῦ. καρδία σοφῶν ἐν οἴκῳ πένθους καὶ καρδία ἀφρόνων ἐν οἴ κῳ εὐφροσύνης. 201 ἰδοὺ ἔδειξεν, πῶς τὸ πρόσωπον τοῦ "θυμοῦ" αἱρετώτερόν ἐστιν τοῦ τοῦ "γέλωτος" ἐκ τῶν αἱρουμένων· ἡ γοῦν τω῀̣ν σοφῶν καρδία μᾶλλον εἰς οἶκον
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.