Unit 9 rem mid
Rem mid: Unit 9; lemma continues; reading with the letter.
Greek
ὀμν̣υ´̣ων τῷ πλησίον αὑτοῦ καὶ οὐκ ἀθετῶν, ὁ οὕτως ἀληθεύων, ἵνα μὴ ἀθετήσῃ̣, ο̣ὐκ ἔστιν μισητός. ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ, μὴ στῇς ἐν λόγῳ πονηρῷ· ὅτι οὐκ, ὃ ἐὰν ἐθελήσῃ, ποιη´̣σει̣ καθὼς βασιλεὺς ἐξουσιάζων; δύναται κατὰ ὑπερβατὸν περὶ τοῦ ἀνα̣ι̣δο̣ῦς̣ λε´̣γεσθαι, ὅτι "ἀπὸ προσ ώπου αὐτοῦ πορεύσῃ." ἔξω γενοῦ τοῦ ἀναιδου῀̣ς. ἀν̣α̣φ̣έρεσθαι δὲ δύναται ταῦτα καὶ εἰς τὸν διάβολον αὐτὸν καὶ πᾶσαν πονηρ̣ὰν δ̣ύναμιν. τὰ γὰρ περὶ ἀνθρώπων λεγόμενα ὡς κακῶν, ὡς πονηρῶν, ῥη̣θείη ἂν καὶ περὶ τῶν δαιμόνων καὶ τοῦ διαβόλου. ἃ γὰρ περὶ ἀνθρώπων λέγεται ὡς θν̣η̣τ̣ῶν ζῴων, οὐκ ἀναφέρεται οὐδὲ εἰς διάβολον οὐδὲ εἰς δαίμονα. 235 δυνατὸν δὲ καὶ περὶ τοῦ βασιλέως, οὗ ἀπὸ προσώπου δεῖ ὀρθῶς πολι τεύεσθαι, εἰρῆσθαι· "ἀπὸ προσώπου αὐτοῦ πορεύσῃ" ὡς παρ' αὐτοῦ πεμ πόμενος, καθὸ σημαινόμενον λέγομεν ὅτι· ὅσδε ἀπὸ βασιλέως ἦλθεν. 35 μὴ στῇς ἐν λόγῳ πονηρῷ. τοῦτο λέγει· κἄν ποτε συμβῇ κατὰ ἄγνοιαν πονηρόν τι εἰπεῖν οἷον ψεῦδος βλαπτικόν, μὴ στῇς ἐν αὐτῷ, μὴ ἔνμενε αὐτῷ. περὶ δὲ τῶν θείων ῥημάτων καὶ λόγων γράφει Παῦλος ὅτι· "ἐπίμενε αὐτοῖς". τοῖς τοῦ θεοῦ λόγοις, τοῖς ἀκαταγνώστοις, τοῖς ὑγιαίνουσιν ἔνμενε. ὅτι οὐκ, ὃ ἐὰν ἐθελήσῃ, ποιήσει; ὁ ἀναιδὴς τῷ προσώπῳ οὐκ, ὃ βούλεται, ποιήσει; διὸ φεῦγε ἀπὸ προσ ώπου αὐτοῦ. ἐὰν δὲ καὶ περὶ θεοῦ ᾖν ὡς̣ βασιλέως, ὃ βούλεται ποι ῆσαι, μὴ νόμιζε, ὅτι ἁμαρτήσων διαφεύξῃ αὐτόν, ἐφιο̣ρκῶν διαδιδράσκεις αὐτοῦ τὴν γνῶσιν. καθὼς βασιλεὺς ἐξουσιάζων. ὁ ἐξουσίαν ἔχων βασιλεὺς πρὸς οὐδενὸς κωλύεται, οὐδεὶς ἀντοφθαλ μεῖ αὐτῷ, ἀλλ' ὃ βούλεται, πᾶν ποιεῖ. κατ' ἀμφότερα οὖν λάβε αὐτά. ἤτοι περὶ τοῦ ἀληθινοῦ βασιλέως, τοῦ θεοῦ. ὃ βούλεται γάρ, ποιεῖ· οὐδεὶς ἀνθίσταται αὐτῷ. κἂν περὶ τοῦ ἀναι δοῦς λέγῃ, πάλιν φόβον ἐνποιεῖ ἡμῖν τοῦ φεύγειν αὐτόν. εἴρηκεν τοῦτο· ἀληθῶς δὲ βασιλεὺς ὁ σοφός ἐστιν. οἱ Στωϊκοὶ γοῦν λέγουσιν μόνον τὸν σοφὸν βασιλέα εἶναι, μο´̣ν̣ο̣ν̣ ἱερέα. εἰ γὰρ βασιλεύς ἐστιν ὁ νομίμως ἄρχων, μόνος δὲ ὁ σοφὸς τοῦτο ε᾿̣πίσταται, μόνος οὗτος βασιλεύς ἐστιν. αὐτίκα γοῦν πρὸς τὸν Ἀβραὰμ ἰδιώτην ὄντα τὴν τύχην εἴρηται πρὸς τῶν διορατικῶν "βασιλεὺς παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν." εἰ καὶ παρὰ ἄλλων ἄλλοι, ἀλλὰ παρὰ θεοῦ σὺ εἶ. "βασιλεὺς γὰρ βασιλευόντων" ἐστὶν ὁ θεός. ἐὰν δὲ καὶ περὶ τοῦ ἀναιδοῦς προσώπου ᾖν ὁ λόγος, καὶ αὐτὸς ὥσπερ βασιλεὺς ἐξουσιάζει τω῀̣ν ὑποβαλλόντων ὑπὸ τὴν πρεσβείαν ἑαυτοῦ. "μὴ οὖν βασιλευέτω ὑμῶν ἡ ἁμαρ̣τ̣ία ἐν τῷ θνητῷ ὑμῶν σώματι." "ὁ βασιλεύσας θάνατος ἀπὸ Ἀδὰμ μεχρὶ Μωϋσέως" ἐξουσιάζει τῶν ὑπὸ τὴν ἐξουσίαν αὐ τοῦ καὶ τὴν ἀρχήν. καὶ τίς ἐρεῖ αὐτῷ· τί ποιήσεις; ὁ υφυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ περὶ θεοῦ ἀληθές ἐστιν εἰπεῖν, ὅτι οὐδεὶς αὐτῷ λέγει· "τί ποιή σεις;" καὶ περὶ τοῦ ἀναιδοῦς καὶ θρασέως βασιλέως. καὶ τάχα πρόσωπον δύναται οὗτος ὁ ἀναιδὴς φέρειν τοῦ Ἀντιχρίστου. καὶ γὰρ ἐκεῖ ἐν τῇ περὶ αὐτοῦ προφητείᾳ τοῦ Ἠλίου κόρη τις̣ ἀναστᾶσα οὕτως αὐτὸν ἤλεγξεν λέγουσα αὐτὸν ἀναιδῆ. 236 ὁ φυλάσσων ἐντολὴν οὐ γνώσετ̣αι ῥῆμα πονηρόν. ἰδέ· ὁ ἐπιστάμενος τὸ ἀγαθὸν εὐθέως οἶδεν καὶ τὸ κακόν. τὸ ἐπίστα σθαι δὲ ὧδε οὐ τὸ χρᾶσθαι σημαίνει, ἀλλὰ τὸ εἰδέναι μόνον. εἰ γὰρ ἐντολὴ δίδοται, ἵνα "ἐκκλίνωμεν ἀπὸ τοῦ κακοῦ καὶ ποιῶμεν τἀγαθόν," δεῖ καὶ τὸ κακὸν εἰδέναι, ἵν' ἐκκλίνωμεν ἀπ' αὐτοῦ καὶ αἱρησώμεθα τὸ ἀγαθόν. περὶ τῶν τοιούτων γράφει ὁ ἀπόστολος λέγων· "πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε." ὁρᾷς, ὡς ὁ πάντα δοκιμάζων οἶδεν τὸ καλόν, καὶ ὅτι αἱρετόν ἐστιν καὶ φυλακτέον, καὶ τὸ πονηρόν, ὅτι φευκτέον ἐστίν· τοῦ ἀλλοτριοῦσθαι προσήκει. εἰ οὖν ὁ εἰδὼς τὸ ἀγα θὸν οἶδεν καὶ τὸ κακὸν καὶ ἔνπαλιν, πῶς ἐνταῦθα λέγει τὸν φυλάττοντα ἐντολὴν μὴ γιγνώσκειν ῥῆμα πονηρόν; καίτοι ἡ ἐντο̣λὴ ἀγαθόν ἐστιν ῥῆμα. ὁ δὲ τὸ ἀγαθὸν ῥῆμα εἰδὼς οἶδεν καὶ τὸ πονηρὸν ῥῆμα· λέγει δὲ τὸν φυλάττοντα ἐντολὴν μὴ γιγνώσκειν ῥῆμα πονηρόν, τουτέστιν οὐ λέγειν οὐκ ἐπίστασθαι, ἀλλὰ μὴ χρᾶσθαι, μὴ οὕτω γιγνώσκειν αὐτό, ὡς· "οὐδὲ Ἰησοῦς ἔγνω τὴν ἁμαρτίαν." οὕτως ὁ τῆς ἐντολῆς φύλαξ οὐ γιγνώσκει πονηρὸν ῥῆμα. ἔστω δὲ τὸ μὴ γιγνώσκειν ῥῆμα ἢ παρακοὴ ἢ τὸ μ̣ὴ οὕτως ἀκοῦσαι τοῦ ῥήματος, ὡς δεῖ αὐτοῦ ἀκούειν. ὁ ὡς δεῖ ἀκούων ῥήματος ἔγνω αὐτό, ἔχει αὐτοῦ πεῖραν. ὁ δὲ τ̣ὴν ἐντολὴν φυλάττων, ἐπεὶ οὐκ ἔχει τῆς ἐναντι ότητος τῆς ἐντολῆς πεῖραν, οὐ γνώσεται τὸ ῥῆμα τὸ πον̣ηρόν. λέγεται δὲ πολλάκις τὸ ῥῆμα ἀντὶ αὐτοῦ τοῦ πράγματος. ἡ γοῦν Μαριὰμ ῥήμ̣ατ̣ος ἀκούσασα τοῦ ἀγγέλου
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.