Unit 11 rem early
Rem early: Unit 11; lemma and argument toward the thesis.
Greek
οὕτω καὶ ὁ ὄφις ···ου τὴν πτέρναν τοῦ ἀνθρώπου ἐπιτη ρε̣ῖ, εἰ ἔξω ἐστὶν τοῦ ὑποδήματος. ο῾̣ ? "υ῾̣π̣οδεδεμέ νος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου" οὐ πλήττε ται τὴν πτέρναν ὑπὸ τοῦ ὄφεως. οὕτω γοῦν ἐν εὐλογίας τρόπῳ λέγεται πρός τινα· "σίδηρος καὶ χαλκὸς τὸ ὑπό δημά σου". οἶδας δὲ ὅτι "σίδηρος καὶ χαλκὸς" οὐκ ἔστιν εὐλογία εἰς ὑποδήματα παραλαμβανόμενον· πλήττει γὰρ τὸν πόδα· ἕλκει γὰρ εἰς τὸ ἑαυτοῦ σχῆμα τὸ ὑπόδημα τὸν "ὑποδεδεμένον" καὶ τραῦμα γίνεται περὶ τὸν πόδα. τὸ ἄτρωτον οὖν δείκνυσιν ὁ λαβὼν "ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ". τὸ ἀκαταμάχητον καὶ τὸ ἄτρωτον διὰ τούτων τῶν ὑλῶν πολλάκι̣ς σημαίνεται. 11,4b καὶ βλέπων ε᾿̣ν ταῖς νεφέλαις οὐ θερίσῃ. ὅταν "βλέπει ἐν ταῖς νε̣φέλαις", ὁρᾷ ὄμβρον ἐπι κείμενον, "οὐ θερίζει". βιαζόμεθα τὰ τοῦ ῥητοῦ· ἐὰν̣ ?·····η̣ς ἐπικειμέ νου "ὑετοῦ", κατενεχ̣θεὶς ὁ "ὑετὸς" βλάπτει τὰ θεριζό μενα ὑγραίνων καὶ εὐκόλως εἰς σῆψιν ἔρχονται. τοῦτο οὖν ἐστιν, ὃ προστάττει· ἐν καταλλήλῳ "και ρῷ" ἕκαστον "πρᾶγμα" καὶ ἰδίῳ καὶ σὺ ποίει. διὰ δὲ τῶν δύο λέξεων τούτων με̣τ̣αφ̣έρει αὐτὰ εἰς πάντα. οἷον 324 ὁ ει᾿̣σ̣αγόμενος εἰς θεοσέβειαν, ἀπὸ γνώσεως θείας τύχῃ "σπειρέτω", ὅτε "καιρός" ἐστιν, δεχόμενος μαθήματα, ἃ προσῆκεν τῷ εἰσαγομένῳ δέξασθαι. καὶ μὴ παραυτὰ "θε ριζέτω", ἀλλ' ὅταν ἴδῃ ἐπικείμενον "ὑετὸν" δυνάμενον ποτίσαι, τότε "θεριζέτω". ἅμα γὰρ ἐπὶ τῶν τοιούτων ἀμ φότερα λαμβάνεται. ὁ σπουδαῖος ἄρχεται καὶ τέλος ἔχει ἀεὶ ἐν τῷ προ κόπτειν. αἱ προλαβοῦσαι προκοπαὶ τέλος λαμβάνουσιν, ἀρχὰς̣ δὲ αἱ διαδεχόμεναι. τοιοῦτό ιουν τι οὖν καὶ ἐν εὐαγγελίῳ ὁ ςωτὴρ περὶ πνεύματος "θεριζόντων" καὶ "σπειρόντων" λέγει· "ἵνα ὁ σπείρων ἅμα χαίρῃ καὶ ὁ θερίζων". οὐκ ἔστιν δὲ τοῦτο ἐπωφελὲς ἐν τῷ αὐτῷ καιρῷ τὸ αἰσθητὸν "σπείρειν" καὶ "θερίζειν". τὰ δὲ τῆς ἀ ρετῆς καὶ "θεριζόμενα" φύεται καὶ φυόμενα εἰς τὸ "θε ρίζεσθαι" ἔρχεται. εἶπον γὰρ ὅτι τῶν μὲν ἀπολείπεται, τοῖς δὲ ἐπέρχεται. εἴρηται γοῦν "ὅταν συντελέσῃ ἄν θρωπος, τότε ἄρχεται"· ᾗ δὲ "ἄρχεται" καὶ "συντε λεῖ" "ἅμα". σημαίνει δὲ τὴν "σπορὰν" ἡ "ἀρχή", τὸ δὲ "τέλος" ὁ "θερισμός". "ἅμα χαίρει σπείρων καὶ θερί ζων". δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ὅτε τὸ σπέρμα αὐτοῦ "τελεσφορεῖται", οὐκ ἔχει τὸν "θερίζοντα". ὁ "θερί ζων", ὅτε οὐκ ἔχει "σπεῖραι", οὐκ ἔχει, ὃ "θερίσῃ". "ἅμα" οὖν δύναται α̣υ᾿̣τ̣ὰ ὑπαρχθῆναι "εὐλογίᾳ" καὶ "χάριτι θεοῦ". 11,5a ἐν οἷς οὐκ ἔστιν γιγνώσκων, τίς ἡ ὁδὸς τοῦ πνεύματος. τοῦτο λέγει ὅτι "ἐν οἷς οὐκ ἔστιν γιγνώςκων τὴν ὁδὸν τοῦ πνεύματος" αἱ ἐντολαὶ αὗται χρησιμεύουσιν. εἶπον δὲ ὅτι ὁ σπουδαῖος καὶ τέλειός γε σπουδαῖος καὶ ἀεὶ ἐκ προκοπῶν εἰς προκοπὰς διαβαίνων ἀμφότερα ποι εῖ· οἶδεν γὰρ ἐκεῖνος τὴν "ὁδὸν τοῦ πνεύματος". οὕτως οὖν "ἐστιν ὁ γιγνώσκων τὴν ὁδὸν τοῦ πνεύ ματος"· "τηρείτω", εἰ "ἄνεμός" ἐστιν, μὴ "σπειρέτω", καὶ π̣ότε ἐπίκειται "ὑετός", καὶ μὴ "θεριζέτω". 11,5bc ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφο ρούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ θεοῦ. το`̣ ἀκατάλημπτον τῶν "ποιημάτων" τούτων ἢ τὸ δυσκατά λημπτον σημαίνει. οἱ περὶ φύσεως ζῴων πραγματευσάμε νοι ἑκάστου μορίου εἴρηκαν ὁδόν τινα καὶ ἀκολουθίαν μεταβολῆς· περὶ "ὀστέου" οὐκ ἔσχον εἰπεῖν. 43 λέγουσιν ὅτι αἷμα συνίστα̣τ̣αι τ̣οιῶσδε· τῆς τροφῆς τῆς προσενεχ θείσης δι̣αγευθείσης–ὅταν διὰ τοῦ πεπέμφθαι φλέγ 325 μα γένηται–ἡ τροφὴ εἰς αἷμα μεταβάλλει· τὸ δὲ ἄπεπ τον ἐκβλητέον ἐστίν, οὐκ ἀναλύεται εἰς τὴν σύνστασιν τοῦ βεβρωκότος, ἀλλ' ὡς περίττευμα ἀποβάλλεται. ὅταν δὲ πεφθῇ, τότε κατὰ μεταβολὴν καθεξῆς γινομένην ἀναλύεται εἰς αἷμα. εἶτα ἐκ τοῦ αἵματος λέγουσιν πυκ νωθέντος καὶ παγέντος γίνεσθαι σάρκα καὶ ἐκ τῶν περιτ τευμάτων τῆς τροφῆς γίνεσθαι τρίχας, ὄνυχας καὶ τὰ τοι αῦτα, τἃ ὥσπερ περιττεύματά ἐστιν. περὶ δὲ τῆς γενέ σεως τοῦ "ὀστέου" οὐδεὶς ἐκείνων εὗρεν, ἵνα ἦν τοῦτο ὡς "τὰ κρίματά σου ἄβυσσος πολλή". τοιοῦτόν ε᾿̣στιν καὶ τὸ ἐν ἑνὶ τῶν ψαλμῶν λεγόμενον· "οὐκ ἐκρύβη τὸ ὀσ τοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ". καὶ τὸ "ὃ ἐ ποίησας ἐν κρυφῇ" τοῦτο λέγει ὅτι κεκρυμμένη ἐστὶν αὐ τοῦ ἡ γένεσις· "οὐκ ἐκρύβη" δὲ τοῦτο "ἀπὸ σοῦ". λοιπὸν πρὸς ἀναγωγὴν τοῦτο λάμβανε. "κυοφορεῖ" ἡ συνλαβοῦσα ὑπὸ ἀνδρὸς ἡ σπέρματα δεξαμένη. τὸ σπέρ μα δὲ καταβληθὲν εἰς τὴν ὑστέραν πρώτην μεταβολὴν δέ χεται εἰς φύσιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν φύσις ἢ σπέρμα πεπυκνωμένον ἐγγὺς ἔχον τοῦ μεταβαλεῖν εἰς σάρ κα. μετὰ τὴν φύσιν ἡ μεταβο̣λὴ εἰς τὸ ἔν̣βρυον ἄγει, τὸ ἔνβρυον
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.