Unit 11 rem mid
Rem mid: Unit 11; lemma continues; reading with the letter.
Greek
εἰς τὸ ζῷον, μεθ' ὃ ἡ ἀπότεξις εὐθέως γίνεται. ὥσπερ οὖν "οὐ γιγνώσκεται" τὰ "ἐν γαστρὶ τῆς κυοφο ρούσης", εἰ μὴ τύχοι ἀποκάλυψις υ῾̣π̣ὸ θεοῦ γε̣νέσθαι, οὕτως ἡ ψυχὴ ἡ προσηκαμένη τὰ σπέρματα καὶ τὰς γονὰς τὰς τοῦ "νυμφίου" τοῦ ςωτῆρος, περὶ οὗ λέγεται "ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστ̣ι´̣ν", κεκρυμμένας ἔχει τὰς γονάς. τότε δὲ γίνονται φανεραί, ὅταν εἰς ν̣οήμα τα καὶ ἔργα μεταβάλωσιν αἱ γοναί, ἃς ἔσπειρε θε ός. οὐ δεῖ οὖν ἀεὶ "ἐν γασ̣τ̣ρ̣ὶ" αὐτὰ ἔχειν. "ἐν γαστρὶ" δὲ ἔχει αὐτὰ καὶ "κυοφορεῖ" ἡ μὴ μεταβάλλου σα τοὺς λόγους̣ κ̣αι`̣ τὰς νοήσεις τῶν ἔργων εἰς ἔργα καὶ θεωρήματα δογματικά. ὥσπερ οὖν ε᾿̣κεῖνα "οὐ γιγνώσκεις", εἰ μὴ μεταβάλωσιν εἰς ἔργα ἀγαθὰ καὶ θεω ρίας ευ᾿̣σεβεῖς, οὕτ̣ως οὐδὲ τὰ ἄλλα "ποιήματα τοῦ θεοῦ γνώσει", ἐὰν μὴ μεταβάλωσιν εἰς τ̣ὰ κατ' ἐνερ γείαν ἔργα. ἵνα "ὀστᾶ τῆς κυοφορούσης" κατὰ ἀναγωγὴν τὰ ἰσχυρὰ δ̣ο´̣γ̣μ̣α̣τ̣α λάβῃς· διακρατητικὰ γάρ ἐστιν τὰ "ὀστέα" ὅ λου τοῦ σω´̣μ̣ατος· οὕτω κα̣ὶ ἀ´̣ν̣ευ τῶν δογμάτων τῆς εὐ 326 σεβείας τὰ πάθη καὶ ἐπιτηδεύματα οὐκ̣ ἐ´̣στ̣ιν ὀρθῶς κείμενα. διὰ τοῦτο λέγεται περὶ τούτων τῶν "ὀστέων" ὅτι καὶ "γνῶσιν" ἔχουσιν "θεοῦ" καὶ ἴσασιν ὅτι οὐδεὶς "αὐτοῦ ὅμοιός" ἐστιν. οὐ καθάπαξ οὖν εἶπεν, ἀλλ' ὅσον "ἐν τῇ γαστρὶ τῆς κυοφορούσης"· ὡς ἐὰν λέγω ὅτι νυκτὸς οὔσης οὐδὲν ὁρᾶται τῶν ὁρατῶν, οὐ τοῦτο λέγω ὅτι οὐδὲν ὁρᾶται, ἀλλὰ νυκτὸς οὔσης· οὐ ταὐτὸν δέ ἐστιν τὸ μηδὲν ὁρᾶσθαι καὶ νυκτὸς μηδὲν ὁρᾶσθαι. 11,6abc ἐν πρωΐᾳ σπεῖρον τὸ σπέρμα σου καὶ ἐν ἑσπέρᾳ μὴ ἀφέτω ἡ χείρ σου, ὅτι οὐ γιγνώσκεις, ποῖον στοιχήσεις τοῦτο ἢ τοῦτο. ̣11,6ab ἐπειδὴ πάνυ τρεπόμεθα ὡς ἐπὶ τὸ πλεῖ στον πρὸς ῥητόν, καὶ τοῦτο πρὸς ἱστορίαν λημπτέον. πολλαχοῦ τὸ ὄνομα τῆς "ἡμέρας" οὐ τὸν πεφωτισμέ νον ἀέρα μόνον, ὅταν ὑπὲρ γῆς ἦν ὁ ἥλιος, σημαίνει, ἀλλὰ καὶ ὅλον τὸν βίον τοῦ ἀνθρώπου, ὡς ἐὰν λέγῃ ὁ ὑμνῳδὸς "καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν". πολλάκις δὲ λέγεται "ἡμέρα" καὶ "καιρός" τις ἀρχόμενος καὶ λή γων. λέγει οὖν ὅτι ἐν τῇ ἀρχῇ τοῦ "καιροῦ"–ἵνα τὸν "καιρὸν" τοῦ "σπόρου" καὶ τοῦ "θερισμοῦ" λάβῃς "ἡ μέραν" μίαν–λέγει ἀρχομένου τοῦ "καιροῦ" ἐκείνου, καθ' ὃν ἔστιν "σπεῖραι", μὴ ἀργὸς ἔσο, "σπεῖρον τὸ σπέρμα σου". οὕτω γὰρ ἐν τῇ "ἑσπέρᾳ" οὐκ "ἀφῆται ἡ χείρ σου" εὑρίσκουσα τί "θερίσει"· "πληρωθέντος τοῦ χρό νου" ὁ "θερισμὸς" ἐνστήσεται. καὶ ταῦτα μὲν ὡς πρὸς ῥητόν. ὡς δὲ πρὸς διάνοιαν οι῾̣ "ἐν δάκρυσιν σπείροντες", οἱ "σπείροντες εἰς τὸ πνεῦμα, ἵνα θερίσουσιν ζωὴν αἰώνιον", ἐν ἀρχῇ "ἡμέρας" "σπείρουσιν", "ἡμέρας" δὲ ἐκείνης, ἧς ἔρωτα καὶ πόθον ἔλαβεν ὁ "Ἀβραάμ, ἵνα ἴ δῃ" καὶ δε̣ι̣χ̣θῇ αὐτῷ ὑπὸ τοῦ ςωτῆρος· καὶ ἡ "ἡμέ ρα" ἐκείνη, περὶ ἧς πως ὁ τῶν ἁγίων χόρος λέγει· "αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος". τὴν αὐτὴν ταύτην ὑποσημαίνει καὶ ὁ ἀπόστολος Ῥωμαίοις γράφων· "ἡ νὺξ προέκοψεν, ἡ δὲ 44 ἡμέρα ἤνγισεν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦμεν". τοῦτο οὖν λέγει· τέλος ἀπείληφεν ὁ τῆς "ἀγν̣οίας" καιρὸς "νὺξ" ὀνομαζόμενος· τούτου "προκό ψαντος" διαδέχεται ἡ "ἡμέρα". 327 ἀρχὴ τῆς "ἡμέρας" ἐστὶν "πρωΐα", ἐν ᾗ σπεύδουσιν πάντες οἱ ἅγιοι. καὶ ὁ μὲν αὐτῶν λέγει· "τὸ πρωῒ παρα στήσομαί σοι καὶ ἐφόψομαι" καὶ "ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω". ἄλλος· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός". ἐν ταύτῃ τῇ πρωϊνῇ "σπεῖρον ἐν δάκρυσιν", σὺν πόνοις "σπεῖρον" τὰ τῆς ἀρετῆς σπέρματα, σὺν ἱδρῶτι "σπεῖρε εἰς τὸ πνεῦμα", ἵνα "θερίσῃς ζωὴν αἰώνιον" καὶ "σπείρας ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θερί σῃς" καὶ ἔλθῃς "ἀγαλλιώμενος" φέρων τὰ δράγματα τοῦ σπόρου. "μὴ ἀφέτω" οὖν "ἡ χείρ σου" τὴν ἀρχὴν τῆς σπο ρᾶς. ἐπ' ἀμφοτέρους τοὺς λόγους "σπεῖρον". δυνατὸν δὲ καὶ οὕτω λαβεῖν· ἐπεὶ "ὡς ἐν ἡμέρᾳ εὐ σχημόνως περιπατεῖν" δεῖ καὶ "υἱοὶ φωτός" εἰσιν καὶ "υἱ οὶ ἡμέρας", οὗτοι τῆς ἀρετῆς "πρωΐαν" ἐ´̣χουσιν τὸν "ἐνεστῶτα αἰῶνα", ἐν ᾧ "σπείρειν" ὀφείλουσιν, ἵν' ἐν τῷ "ἑσπερινῷ" "θερίσουσιν". οὐκ α̣υ᾿̣τῶν δέ ἐστιν "ἑσπε ρινὸς" ἐκεῖνος, ἀλλὰ ἄλλων· αὐτ̣ο̣ῖς̣ γ̣ὰρ̣ ἔσται φῶς αἰώνιον, ὁ "ἥλιος τῆς δικαιοσύνης" ἀεὶ αὐτοὺς καταλάμ πων. ὅμοιον ἔχεις ἐν ψαλμῷ κείμενον· "τὸ ἑσπέρας αὐ λισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις". ἅμα "ἀνατέλλει καὶ δύει ὁ ἥλιος", ἀλλ' οὐ τοῖς αὐτοῖς· οἷς ο̣ὖν̣ "ἀνατέλλει", "ἀγαλλιῶνται"· οἷς δὲ "δύεται", "κλαίουσιν". παραπλήσιον του´̣τ̣ῳ ἐν Ἰηρεμίᾳ φέρεται· "ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν", ὅτε "ἔδυε" αὐτῆς ὁ "ἥλιος". ἀπειλῆς δὲ τρόπῳ εἴρηται· "καὶ δύσεται ἥλιος ἐπὶ τοὺς προφήτας"–"προφήτας" δὲ ὧδε λέγει
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.