Commentarii in Ecclesiasten · §u14-open

Commentarii in Ecclesiasten Unit 14 opening

Unit 14.

Lemma-led open — καταργεῖται

Greek

ἐστιν, οὐκέτ̣ι̣ ὁ ἱπ πεὺς ἱππεύς ἐστιν. 12,3c καὶ ἤρ̣γησα̣ν αἱ ἀλήθουσαι, ὅτι ὠλιγώθησαν. ? ἐκ π····ς̣ τρόπου ···α······χει ἱσ̣τορι´̣ αν. εἰ γὰρ "καταργεῖται" ἡ "κοιλ̣ία" 54 καὶ τὰ "βρώματα" αὐτῆς, ὅταν ······ ὁ βίος ····ς καὶ ὁ κόσμος περιτ τὸν το······ "ἤργησαν αἱ ἀλήθουσαι" ······ οὐκε´̣ τι ὄντων τῶν "ἀληθομένων" λ·············τ̣ο ὅτι οὐ τοῦ θεοῦ ········? εἰσιν. λέγει γοῦν ἐν Ἰ ηρεμίᾳ πρὸς τοὺς ψευδοπροφήτας τοὺς ἐπιμειγνύοντας 346 τὰ λογικὰ "ἀχύροις"· εἰ τὸ "ἄχυρον" πρὸς τὸν ἄνεμον "σῖτον"–"λέγει κύριος, οὐχ ὥσπερ σῖτος οἱ λόγοι μου;"–, οἱ τοῦ θεοῦ "λόγοι σῖτός" εἰσιν. οἱ δυνάμενοι διαιρεῖν αὐτοὺς καὶ λεπτύνειν καὶ παρασκευάζειν, οὗτοι "ἀλήθοντές" εἰσιν ἢ "ἀλήθουσαι", ἵνα θηλυκῶς εἴπω κατὰ τὴν λέξιν. οἱ ἐκκλησιαστικῶς διαιροῦντες τοὺς "λόγους" τοῦ θεοῦ, "σῖτον" ὄντα, τροφίμους ἄρτους ποιοῦσιν καὶ "σιμίδαλιν" προςάγουσιν εἰς τὸ θυσιαστήριον· εἰσὶν γὰρ καὶ θυσίαι διὰ "σιμιδά λεως" προσφερόμεναι. οἱ ἀπὸ τῶν ἑτεροδόξων οὐχ ὡς δεῖ διαιροῦντες τοὺς τοῦ θεοῦ "λόγους" ἀλλ' ἐσφαλμένως καὶ εἰς ἀσέβειαν αὐτοὺς α··ν̣τες κακῶς "ἀλήθουσιν". τούτων τὸ "ἄλευρον" "ἐκβλητόν" ἐστιν, οὐδὲ εἰς θυσίαν οὐδὲ εἰς τροφὴν χρησιμεῦον. ἐν Ὠσῆε γοῦν τῷ προφήτῃ λέγει· "ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυ γήσατε, ἐφάγετε καρπὸν ψευδῆ;" εἶτα λέγει· "ἀνεμό φθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὕτη· δράγμα οὐκ ἔσχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον". τοῦτο κακῶς "ἀ λήθεται" παρὰ τὴν "ἀλήθουσαν". ἐν ταὐτῷ δὲ ἐπὶ τῶν νοητῶν καὶ ··········· ····························· ἐν εὐα̣γ̣γ̣ελίῳ ·· ······················ "δύο̣ εἶναι ἐν τ̣ῳ῀̣ ἀγρ̣ῷ, ἕνα παραλαμβανόμεν̣ο̣ν̣ κ̣α̣ι`̣ ἕν̣α̣ ἀφ̣ιε´̣μενον"· και`̣ "δ̣ύο ἀλήθουσα̣ι, μία παραλαμβάνεται ······ ἀφ̣ι´̣ε̣ται" ······················· οὗτοί εἰσιν οἱ σπείροντες ··ο? ······ρ········τ̣α̣ι̣ ···· ·········ν̣ αὐτοῖς δεδωκότος ·····ην ···· σπείροντες καὶ ἐξ αὐτη̣············ν "ἀφίενται" πάλιν ·····α̣γ̣α······?·······ρ············ "παραλαμβανομένου" κ····················· α̣υτω··············τη αὐτῇ γραφῇ καὶ α······ ··········ωσ················ "ἀφίεται" ὡς "ἀνε μόφ̣θορα̣ σπείρασα" ··χ̣υν·················· προς τ̣ινα ?··νεν······ ···········ο̣······ ·········· "ἄλευρα" ου᾿̣κ "ἄλευρα" αληθ̣······ ·· ········φι···············τον "ἄλευρον", ὃ δύναται̣ 347 ········ γενε´̣σθαι καὶ εἰς θυσίαν προσενεχθῆναι. περὶ τῆς ματαίας ταύτης "σιμιδάλεως" ἐν Ἰσαΐᾳ λέγει· "ἐὰν προσφέρητε σιμίδαλιν, μάταιον, θυμίαμα μάταιόν μοί ἐστιν". οὐδὲ τὸ "θυμίαμα" ἔχει τὴν "θυμιάματος" "εὐωδίαν"· διὸ "βδέλυγμά ἐστιν"· οὐδὲ ἡ "σιμίδαλις" ἔχει τι χρήσιμον πρὸς τὸ ἀρτοποιηθῆναι ἢ εἰς θυσίαν προσενεχθῆναι· διὸ "μάταιόν ἐστιν". αὗται οὖν αἱ "ἀλήθουσαι" αἱ ἐπαινεταὶ "ἤργησαν"· οὐκέτι γὰρ σαφηνίζουσιν τὰς γραφὰς συνσταλέντος τοῦ χω ρίου, τέλος ἀπολαβόντος τοῦ αἰῶνος τούτου. "ἤργησαν" οὖν αἱ "ἀλήθουσαι, ὅτι ὠλιγώθησαν"· τὸ ὅσον ἐφ' ὑμῖν, "ὀλίγας" αὐτὰς πεποιήκατε, ἀσθενεῖς αὐ τὰς κατεσκευάσατε. ἐπερ· οὐ διὰ τοῦτο ὡς τοῦ καιροῦ μηκέτι ἐπιτρέ ποντος "ἀλήθειν"; –τὸ ὅσον ἧκεν εἰς τούτους ἠλαττώθησαν· τὴν "ὀλίγω σιν" ὧδε μὴ ἐλάττωσιν τοῦ ἀριθμοῦ ἡγοῦ, ἀλλὰ τῆς δυνά μεως καὶ ἰσχύος αὐτῶν. ἐπερ· ἀλλὰ ἡ ἰσχὺς αὐτῶν παρὰ τὸν καιρὸν γέγονεν; – νομίζεις γὰρ ὅτι ὡς οἷόν τέ ἐστιν αἱ "ἀλήθουσαι" αὗται οὐκ "ἀλήθουσιν" καὶ μετὰ ταῦτα τοῖς δυναμένοις τρέ φεσθαι παρ' αὐτῶν. "ὠλιγώθησαν" δέ, ἐπειδὴ τὸ πλεῖον μέρος τῶν τρεφομένων ἠλαττώθη καὶ ἔξω γέγονεν τοῦ ζητεῖν τοιαύτην τροφήν. ἐπερ· οὐ καταλλήλως λαμβάνομεν καὶ τοῦτο ἐκεί νῳ τῷ "καὶ ἐσκοτίσθη ὁ ἥλιος"; – καὶ περὶ τοῦ "φωτὸς" οὖν καὶ τοῦ "ἡλίου" εἴπομεν ὅτι με`̣ν εἰς ἐκείνους ἔδοξα̣ν "σκοτίζεσθαι", οὐκ "ἐσκο τώθησαν" δέ. πάλιν οὖν λέγω ὡς πρὸς τούτους τοὺς ἀν

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.