Commentarii in Job · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

τούτου, εἰ μὴ τὰ εἰρημένα ἐνκρίνει. ἔστιν δὲ ὁ Ἰὼβ πέμπτος ἀπὸ Ἀβραάμ, ὡς καὶ αὐτὸ τοῦτο ἐν τῷ τέλει τοῦ βιβλίου εἴρηται. ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἐγένοντο δὲ αὐτῶι υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῶι ἐπὶ τῆς γῆς. ἀκολούθως μέλλων ἀρετὴν ὑπερβάλλουσαν τοῦ μακαρίου Ἰὼβ ὁ λόγος διηγεῖσθαι καὶ χώρας 9 μνημονεύει καὶ τρόπου ἀμέμπτου καὶ πολυπαιδίας καὶ εὐπαιδίας καὶ πλούτου ἔν τε ἀγέλαις καὶ τοῖς ἄλλοις, ἵνα διδάξῃ, ὡς οὐκ εὐτελῶν ὑπερεφρόνησεν –οὐδὲ γὰρ ἔχων αὐτὰ μέγα ἐφρόνει– πάντων τούτων ἀφαιρεθεὶς ἐν τῶι πειρασμῶι. ἀπαγγελὼν δὲ αὐτοῦ καὶ τὸ καθαρὸν τῆς ψυχῆς δείκνυσιν, ὡς οὐκ ἠμελημένον ἄνθρωπον διάβολος ἐξῃτήσατο. ἔδει γὰρ πρὸ τῆς πάλης τῆς πρὸς τὸν ἀντικείμενον τὸ μέγεθος τοῦ ἀθλητοῦ διαγράψαι, ὡς παντὸς πράγματος πονηροῦ ἀπεχόμενος οὐκ ἄχρι τούτου ἠρκέσθη, ἀλλὰ καὶ τελειότητος ἐπεμελεῖτο, ὅπερ ἀνατρεπτικόν ἐστιν τῶν λεγόντων, ὡς καὶ τὰ παιδία καὶ τὰ ἄλογα πονηροῦ πράγματος ἀπέχεται. οὗτος γὰρ καὶ δίκαιος καὶ ἄμεμπτος ὑπῆρχεν. τοῦτ' αὐτὸ καὶ ἐπὶ τοῦ πρώτου ψαλμοῦ λέγοντες οἱ ἐνιστάμενοι ἐλέγχονται. φασὶν γάρ, ὅτι "μακαρίζεσθαι ἐπὶ τῷ μὴ πεπορεῦσθαι ἐν βουλῆι ἀσεβῶν καὶ ἐπὶ καθέδραν λοιμῶν μὴ κεκαθικέναι" ἁρμόσει καὶ τοῖς ἀλόγοις καὶ βρέφεσιν. ἀλλ' ἐλέγχονται ἐκ τοῦ ἐπιφερομένου· εἴρηται γάρ· ῃαξατ "ἀλλ' ἦν ἐν νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῶι νόμωι αὐτοῦ μελετήσει 10 ἡμέρας καὶ νυκτός", ὅπερ ἐπὶ τῶν βρεφῶν καὶ ἀλόγων οὐχ ἁρμόζει. εὖ δὲ καὶ τὸ ἐν τῆι Αὐσίτιδι τοῦτον οἰκεῖν, ἥτις ἑρμηνεύεται βουλή· οὐδὲν γὰρ ὁ δίκαιος ἀβούλως ποιεῖ, ἀλλ' οἶκος αὐτῶι καὶ πόλις ἡ καθαρὰ βουλή. "καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν." καὶ πρὸς τὸ αἰσθητὸν δυνατὸν τοῦτο. εἰ δὲ πρὸς ἀναγωγὴν νοοῖτο, λεχθείη ἄν, ὅτι ὁ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ' ἀνθρώπων, ἀλλ' ἀπὸ τοῦ φωτὸς τοῦ "ἡλίου τῆς δικαιοσύνης" καταλαμπομένην. "συνπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους ἐποίουν πότον καθ' ἑκάστην ἡμέραν συνπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ' αὐτῶν." εὖ ἀνατεθραμμένοι οἱ τοῦ Ἰὼβ υἱοὶ οὐ πρὸς ἄλλους ἐποιοῦντο τὰς ἐπιμειξίας καὶ τὸν πότον ἢ πρὸς ἑαυτοὺς κατὰ τὸ ἐν ψαλμοῖς λεγόμενον· "ἰδοὺ δή, τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό." σύμφωνον παρέχοντες τὴν ἀρετὴν καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι "πρὸς ἀλλήλους" πορευόμενοι καὶ οὐ πόρρω· τὰς γὰρ συνη̣λύσεις "ἐν τῆι οἰκίᾳ τοῦ 11 ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου" οὐ μόνον ον κατὰ χρόνον ἀλλ' ἴσως καὶ κατὰ ἀρετὴν ἐποιοῦντο τὰ πρὸς ὠφελίαν παρ' αὐτοῦ παιδευόμενοι. εὖ δὲ καὶ τὸ συνπαραλαμβάνειν τὰς ἰδίας ἀδελφάς, ὅπερ ἐστὶν σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος. "καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωῒ καὶ προσέφερεν 3 περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν." κατὰ τὸν λέγοντα· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός", καί· "ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω", καί· "τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι" οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο ἀλλὰ πρὸς τὸ θεῷ ὑπὲρ τῶν παιδίων θυσίαν προσάγειν "κατὰ τὸν ἀριθμὸν αὐτῶν", ὅ ἐστιν καθ' ἕκαστον καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. ἀλλὰ καὶ μετὰ τοῦτο ὑπὲρ αὐτῶν τὸν μόσχον προσῆγεν κατὰ τὸν ἴδιον τρόπον καὶ τὴν τῶν παίδων ἀγωγὴν συνεθίζων. 12 οὕτως οὖν ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως καὶ τὰ πρὸς διάνοιαν συντελοῦντα καθαρτήρια παραδεικνύς. εἰ δὲ τὸν πρὸς ὑπὲρ ἁπάντων προσαγόμενον "μόσχον" τὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων "σταυρὸν ὑπομείναντα" ςωτῆρα δηλοῖ, συνεπίσκεψαι, ὅστις καὶ "σιτευτὸς" ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου εἴρηται διὰ τὸ θρεπτικὸς εἶναι τῆς θείας διδασκαλίας. μὴ θαύμαζε δέ, εἰ ἐπὶ τὸν ςωτῆρα ὁ μόσχος αἰνίττεται· καὶ γὰρ οὐκ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς ἐπιδημίας τοῦ ςωτῆρος· περὶ γὰρ αὐτοῦ εἶπεν· "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". "ἔλεγεν γὰρ ὁ Ἰώβ· μήποτε ἐν τῆι διανοίᾳ αὐτῶν οἱ υἱοί

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.