Unit 2 rem close
Rem CLOSEOUT: Unit 2 CLOSEOUT.
Greek
δόγματα τῆς ἀληθείας ἠκριβωκὼς ἐγίγνωσκεν, ὡς οὐκ ἄνευ θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλὰ 28 μεγίστην αὐτῶι ἔφερεν τὸ γιγνόμενον λύπην διὰ τοὺς σκανδαλιζομένους ὡς καὶ θεοῦ κατ' αὐτοῦ χωροῦντος. τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας ἀφαιρῆσαί τε τὰ κτήνη καὶ τοὺς παῖδας κατασφάξαι ἐδύναντο λογίζεσθαι οἱ ἁπλούστεροι, ὡς νόμωι πολεμίων ἐπελθόντων τῶν αἰχμαλωτιζόντων ἀταξίᾳ καὶ πρὸς ἔχθραν τοῦτο ποιούντων οὐκ ἀπὸ θεοῦ τὸ γιγνόμενον ἦν. ὅτε δὲ πῦρ ἀπήγγελται ἀπ' οὐρανοῦ κατεληλυθός, δέος ἦν, μή τις λογίσηται τῶν ἀσθενῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ καὶ παρὰ θεοῦ τιμωρουμένου τοῦ ταύτην ἔχοντος. ἀλλὰ καὶ τούτου συμβάντος ὁ ἅγιος οὐκ ὤκλασεν ὅλος τῆς τοῦ θεοῦ κατανοήσεως γιγνόμενος. οὐδὲ γὰρ ὁ διάβολος ἐξουσίαν ἔχει πῦρ ἀπ' οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένηται, ὅπως παραστήσῃ τῶι διαβόλῳ ὁ δεδωκὼς αὐτῶι τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ θεός, ὡς ὅτι οὐδενὸς μέλει τῶι μακαρίωι τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχανάς. ἰδοὺ γὰρ καὶ τὸ παρ' αὐτοῦ γενέσθαι μὴ δυνάμενον ὁ 8 θεὸς πεποίηκεν, ἵνα τὸ μέγεθος τοῦ ἀθλητοῦ παραστήσας ἐλέγξῃ τὸν ἀντικείμενον, γενναίως φέροντος τοῦ Ἰὼβ οὐ μικράν τινα καὶ εὐτελῆ προσβολήν, ἀλλ' ἑ29 πτακισχιλίων προβάτων φθορὰν καὶ μετὰ τῶν ποιμένων οὐκ ὀλίγων δηλονότι τυγχανόντων. ἐφυλάττετο δὲ πάλιν ὁ μηνύων δι' ἣν προειρήκαμεν αἰτίαν. "ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ αἰχμαλώτισαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίρᾳ. ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι." ἴσως στρατόπεδον ἦν ἐν τῆι χώραι, ὅπερ ἐπῆλθεν εἰς τρεῖς ἀρχὰς διῃρημένον κατὰ τῶν καμήλων. ὡς γὰρ εὔγνωστόν φησιν· "οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." ἐνδέχεται δὲ καὶ συνεχῆ καταδρομὴν ἱππέων πολεμί ων γιγνομένην τότε καὶ ὑπὸ τῆς διαβολικῆς ὑποβολῆς κεκινῆσθαι καὶ οὕτως διὰ τὸ ἐξ ἔθους γίνεσθαι εἰρηκέναι τὸν ἀγγέλλοντα· "οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." οὐ μόνον τὰς καμήλους ἀφήρπασαν, ἀλλὰ καὶ τοὺς παῖδας ἀπέκτειναν. ἐπίστησον δέ, ὅπως ἐν τάξει τινὶ ἀνιαρωτέρα ἡ τῶν πειρασμῶν γίνεται συνέχεια. πρῶτα μὲν γὰρ αἰχμαλωτίζεται τὰ ζεύγη τῶν βοῶν ὄντα πεντακόσια καὶ αἱ θήλειαι ὄνοι νομάδες πεντακόσιαι, 30 ἔπειτα πῦρ κατὰ τῶν προβάτων ἑπτακισχιλίων ὄντων ἀπ' οὐρανοῦ κατενεχθὲν χαλεπώτερον ἐποίει τοῦ φθάσαντος τὸ πάθος. τρίτον οἱ κάμηλοι τρισχίλιοι ὄντες ἀφῃρέθησαν καὶ τῶν παίδων σφαγιασθέντων ὡς καὶ ἐπὶ τῶν πρότερον, πρᾶγμα πολυτελὲς καὶ περιουσίας οὐκ εὐκαταφρονήτου γνώρισμα. μετὰ ταῦτα τῶν τέκνων ἀθρόος θάνατος, ὡς ἐν τοῖς ἐκτεθησομένοις ἔσται φανερόν. καὶ γὰρ εἰ πρότερον ὁ τῶν παίδων θάνατος ἠγγέλλετο, κοῦφα πάντα ἦν τὰ φθάσαντα. ὅτε δὲ κατ' ἐπίτασίν τινα λύ πης συνέβαινεν, τὸ ἀλλεπάλληλον αὐτῶν δριμὺ καὶ ταράξαι διάνοιαν ἱκανώτερον, ὅπερ καὶ ὁ διάβολος πονηρῶς πεποίηκεν ἐξαιτησάμενος. καὶ κατῃσχύνθη πρὸς μηδὲν τοῦ ἁγίου κναμφθέντος τὸν λογισμόν. "ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῶι ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι." 31 οὐ μάτην πρόσκειται τό· "τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων", ἀλλὰ πρὸς ἐπίτασιν ἀνίας καὶ τοῦτο τοῦ ἀρχεκάκου διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν η γεγενημένων ἀπαγγελία βαρεῖα γινομένη λύπην ὑπερβάλλουσαν τῶι ἁγίῳ ἐνποιῇ. κοιμωμένων γὰρ τῶν τέκνων εἰ συμβεβήκει τὰ τῆς πτώσεως, ἀνεπαίσθητον τὸ δεινὸν λογι ζόμενος οὐχ οὕτως ἠνιᾶτο. ὁπότε δὲ καὶ πρὸς θεραπείαν ἀναγκαίαν τοῦ σώματος ἀναστρεφομένων ἐπῆγε τὸν πειρασμόν, τοῦτο ἔχει τὴν λύπην χαλεπωτέραν. καὶ γὰρ οὐκ ἔστιν ἀμφίβολον, ὡς παρεστηκότες πλεῖστοι ὡς ἐν τοιούτωι κα̣ιρ̣ῶι ἐτύγχανον, ὧν οὐκ ἐμνήσθη ὁ ἀπαγγέλλων ἀρκούμενος τῶι ὑπερβάλλοντι τῶν τέκνων ἀηδεῖ ἔχ̣οντι καὶ τὸ περὶ τῶν παρεστώτων ἑπόμενον. καὶ γὰρ τὸ τοιοῦτο δι' ἔθους ἐστὶ τῆι γραφῆι· τοῦ γὰρ ςωτῆρος τοὺς πέντε ἄρτους κλάσαντος, ἐξ ὧν ἐκόρεσεν πεντακισχιλίους ἄνδρας, ὁ εὐαγγελιστὴς ἀπομνημονεύει λέγων· "χωρὶς γυναικῶν καὶ παιδίων", τοὺς προηγουμένους μόνους ἀριθμῶν. τί δὲ καὶ "τὸ πνεῦμά" ἐστιν τὸ "ἐπελθὸν ἐκ τῆς
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.