Commentarii in Job · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

κυρίως κακίας ὁ πεφυκὼς αὐτὴν δέχεσθαι. τότε γὰρ καὶ ὁ ἔπαινος χώραν ἔχει, ὅτε δυνάμενος εἶναι φαῦλος ἀπέχεται κακίας μίσει τῶι πρὸς αὐτήν. οὐ γὰρ πᾶς ὁ μὴ χρώμενος κακίᾳ ἀπέχεσθαι ταύτης λέγεται· τὰ γὰρ βρέφη ταύτῃ μὴ χρώμενα οὐκ ἂν εἴποι τις κυρίως ἀπέχεσθαι κακίας· ὁ γὰρ τοῦτο ἐνεργῶν κρίσει καὶ λόγῳ τοῦτο ποιεῖ. τὰ δὲ κακίας καὶ ἀρετῆς αἰτεῖ ἐπιτηδειότητα. καὶ οὐκ ἄν τις εἴποι τὸ βρέφος ἀκολασίας ἀπέχεσθαι ἢ σωφρονεῖν· οὔπω γὰρ εἰς τὴν τούτων ἥκει διάκρισιν. διαλαβόντες δὲ περὶ τούτων ἐν τοῖς φθάσασιν, ὅτε καὶ τὰ ἀπὸ τοῦ πρώτου ψαλμοῦ παρετιθέμεθα, εἶναι κατ' αὐτὸν θεοσεβῆ ταῦτα ἠλέγξαμεν. ἐκεῖνος γὰρ τῶι ὄντι θεοσεβής ἐστιν ὁ το`̣ν σεβασμοῦ βίον σέβων, τῶν τὰ μὴ σεπτὰ σεβομένων ἀσεβῶν τυγχανόντων. πρόσεστι δὲ τῶι μακαρίωι και`̣ τὸ "ἀληθινὸν" κατά τε θεωρίαν τῆς ἀληθείας καὶ τὸ ἐν τοῖς ἠθικοῖς ἀνυπόκριτον· οὐ γὰρ ὁ διά τι τὴν ἀρετὴν ἐπιτηδεύων ἀληθινός ἐστιν. "ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου." δυνατὸν πιθανῶς εἰπεῖν εἰς τό· "ἐναντίον τοῦ κυρίου", ὅτι ἐναντίως τῆι μαρτυρίαι τοῦ θεοῦ εἶπεν φιλόκα21 κος ὢν ἢ ὅτι θρασέως ἐνενόησεν· ἀναίσχυντον γὰρ ἡ κακία. οὕτω γοῦν καὶ ἃ ἐπιφέρει ἀπὸ φιλοκάκου γνώμης προφέρει τῆς τοῦ δικαίου ἐλαττωτικὰ ἀρετῆς. τί γάρ φησιν; "μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς." ἴδιον τῶν φιλοκάκων καὶ πρὸς ἀρετὴν ἀπεχθανομένων τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, ἀλλὰ πάντως λέγειν, ὡς ὅδε τις δίκαιός ἐστιν δι' ἀδυναμίαν τοῦ ἀδικεῖν, ὅδε τις σώφρων διὰ τὴν καλουμένην ἠλιθιότητα, ὅδε πρὸς χρήματα καὶ πορισμοὺς οὐκ ἔχει διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον, ἐσθότε καὶ τὸν πρᾶον ὑποκριτὴν λογιζομένους, καὶ ὅλως οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν ὡς γνησίαν. ταύτης ἀρχηγὸς ὢν τῆς κακίας ὁ διάβολος τοιαῦτα ἐννοῶν περὶ τοῦ Ἰὼβ ἐφανέρου αὐτὰ τῷ τὸ κρυπτὸν ἐπισταμένωι λέγων, ὡς διὰ τὰ ἐκτὸς ἀγαθὰ δίκαιός ἐστιν ὁ Ἰώβ. τὸ δὲ "περιέφραξας" ἀντὶ ἀσφαλείας αὐτῶι εἴρηται ἔμφασιν παρέχοντος, ὡς διὰ ταῦτα ἀκαθαίρετός ἐστιν καὶ ἔφοδον οὐκ ἔχει, τὴν 22 πληθὺν τῶν ἀδιαφόρων αἰτίαν αὐτῷ 6 τῆς ἀρετῆς εἶναι λογιζόμενος, ὅπερ οὐ καλῶς λέγων ἠλέγχθη. καὶ τούτων γὰρ ἀφαιρεθεὶς ἔμεινεν ὁμοίως ἀήττητος. καὶ τῷ ὄντι πλούτου περιουσία πρὸς μὲν τὸν καλῶς αὐτῆι χρώμενον συντελεῖ τι πρὸς ἀρετήν, αὐτὴ δὲ καθ' αὑτὴν οὐδὲν εἰς τοῦτο συμβάλλεται. καὶ ἔδειξεν ὁ μακάριος Ἰὼβ καὶ ἐν πενίᾳ καὶ ἐν πλούτωι τὴν ἀρετὴν ἀδιάστροφο̣ν. "ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει· εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει." χεῖρα αὐτοῦ καλεῖν ἐκλημπτέον α διαφόρως ἢ τὴν κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἅπερ "σκεύη ὀργῆς" ἡ θεία γραφὴ ὀνομάζειν εἴωθεν, ἢ τὴν σκεπαστικὴν καὶ φρουρητικη`̣ν δύναμιν καθὸ εἴρηται· "οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου." δυνατὸν καὶ τὸν υἱὸν εἰς χεῖρα παραλαβεῖν σκέπουσαν κ̣αὶ στηρίζουσαν τοὺς ὑπ' αὐτὴν ὄντας καθὸ εἴρηται· "δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν." τὸ δὲ "ἅψαι" μήποτε σημαίνει ἐνταῦθα τὸ κάθαψαι ἀντὶ τοῦ· ἐπάγαγε θλιβηρά. ἔχομεν γὰρ τοῦτο συνήθως ἐν τῆι γραφῇ φερόμενον. τὸ γάρ· "μὴ ἅψεσθε τῶν χρισ̣τ̣ῶν μου" οὐ τὴν ἁπλῆν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. καὶ τό· "ὁ ἁπτόμενος 23 ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" ὁμοίως τὸν ἐπὶ τοῦ κακοῦν ἁπτόμενον σημαίνει. εἰ δὲ καὶ ἀποστάτης ὁ διά βολος γέγονεν καὶ "ἐνώπιον κυρίου παντοκράτορος ἐτραχηλίασεν", ἀλλ' οὖν ἔχει τι σέβας πρὸς τὸν δημιουργὸν τῶν ὅλων. φησὶν γάρ· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἀντὶ τοῦ καταράσεται ἢ βλασφημήσει ταύτηι τῆι λέξει χρώμενος, ὅπως μὴ πρὸς θεὸν τὴν τραχυτέραν προσενέγκηται, ὡς προείρηται προφέρων. "τότε εἶπεν ὁ κύριος τῷ διαβόλωι· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ." τὰ ἐκκείμενα παραστατικὰ τυγχάνει τοῦ μ̣ὴ ··· χωρὶς θείας συνχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. φησὶν γὰρ ὁ θεός· "ἰδοὺ δέδωκα πάντα ἐν τῆι χε̣ιρί σου." ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρωι καὶ τὴν συνχώρησιν ποιεῖται, ἐπιφέρεται· "ἀλλ' αὐτοῦ μὴ ἅψῃ." ὅθεν οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνουσιν οὔτε ἐκ ταὐτομάτου, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ συνχωρήσεως κατὰ μὲν τὰ ἤδη προκείμενα ἐπὶ ἀποδείξει τῆς ἀρετῆς τοῦ Ἰώβ, ἐσθότε καὶ καθ' ἑτέρας αἰτίας, περὶ ὧν ἐν τοῖς ἑπο μένοις

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.