Commentarii in Job · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; reading with the letter.

Greek

εἰς τὴν χαρὰν τοῦ κυρίου σου." "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." οὐκ ἀεὶ ὁ φόβος τὸν παθητικὸν σημαίνει οὐδὲ τὸν ἀστεῖον καὶ τέλειον, ἀλλὰ καὶ μέσον, περὶ ὃν οὔτ' ὁ παθητικὸς οὔτ' ὁ ἀστεῖος συμβαίνει, ἀλλ' ὡς ἂν εἴποι τις ἐ_6_γ_γ6·····τ̣ι τούτων διὰ τὴν ἑτέρων ὠφελίαν γινόμενος ἢ διὰ πτῶσιν. ἐὰν γὰρ λέγῃ ὁ μακάριος Παῦλος· "φοβοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν", οὐ παθητικῶς ἔχει τὸν φόβον οὐδ' ὁ τέλειος καὶ καθαρὸς ἐν τούτωι σημαίνεται, εἰ καὶ εἶχεν αὐτὸν ὁ σοφὸς Παῦλος, ἀλλ' ἡ διὰ τὴν ἑτέρων σωτηρίαν φροντίς. εἴρηται περὶ τοῦ τελείου· "φόβος κυρίου πάντα ὑπερέβαλεν", περὶ δὲ τοῦ παθητικοῦ, ἵνα μὴ ἐπιφέρηται, φησὶν τὸ λόγιον· "τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε", καὶ· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα", καί· "ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος." καὶ ταῦ87 τα μὲν διὰ τὸ εἰρῆσθαι· "δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ." ἴδωμεν δὲ ἐξ ἀρχῆς τὰ συνεκτεθέντα· "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει", ὅπερ διδακτικόν ἐστιν, ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι ἁβροδιαίτῳ βίῳ κεχρημένοι καὶ ὅλοι τρυφῆς καὶ ἡδονῆς τυγχάνοντες καὶ οὐδενὸς ἑτέρου φροντίζοντες ἔργοις αὐτοῖς βοῶσιν· "φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀ ποθνῄσκομεν", ὁ δὲ ἅγιος καὶ κατὰ τὸν μακάριον Παῦλον φάσκων· "τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;", τὴν τροφὴν τὴν αἰσθητὴν οὐ χωρὶς στεναγμοῦ προσίεται τῆς ἀνθρωπίνης ἀσθενείας καὶ οὐχ ἡδονῆς ἕνεκεν, ἐννοῶν δὲ τὴν καθαρὰν καὶ ἄϋλον ζωὴν καὶ τὴν τράπεζαν ἐκείνην, ἣν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἰδίοις μαθηταῖς λέγων· "ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ" τῶν οὐρανῶν, στενάζει· ἔτι ταύτην δεχόμενος ψάλλει τῆι διανοίᾳ· "ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου." εἶτ' ἐπεὶ ὁ ἅγιος κἂν τέλειος ὑπάρχῃ οἶδεν, ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἕως ἐν τῷ βίωι ἐστὶν περιπεσεῖν πτώματι, ἐπάγει· "δακρύω δὲ ἐγὼ περιεχόμενος φόβῳ." διανοίας δὲ ἐρρωμένης τὸ δακρύειν ἐν τοῖς πόνοις κατὰ τὸ λεγόμενον· "λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν 88 μου βρέξω." ταῦτα δὲ ποιοῦσιν οἱ ἅγιοι οὐ χαυνοῦντες ἑαυτούς, ἀλλὰ διεγειρόμενοι τῶι φρονήματι, ἵνα διὰ τούτων ἐκκαλέσωνται τὸν θεὸν εἰς ἐπικουρίαν, καθάπερ καὶ ὁ μακάριος ∆αυὶδ τῶν ὁμοίων αὐτῷ σύλλογον συνκαλῶν φησιν· "δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐνώπιον κυρίου τοῦ ποιήσαντος ἡμᾶς." μέγα γὰρ ἀγαθὸν ἡ διὰ τὴν ἀπόπτωσιν φροντίς, ἥντινα ἔχειν τοὺς μαθητὰς ὁ κύριος βουλόμενός φησιν· "γρηγορεῖτε ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται." οὐδὲν δὲ ἧττον καὶ διὰ τοὺς ἐπαγομένους πειρασμοὺς ἐμμελεῖς εἰσιν οἱ ἅγιοι, οὐκ ἀμελείᾳ ἑαυτοὺς ἐνδιδόντες, ἀλλὰ παρασκευάζοντες ἑαυτοὺς πρὸς τούτους, φοβούμενοι, μή πως ἄλλοις κηρύξαντες αὐτοὶ ἀδόκιμοι γένωνται. καὶ οὐ παραιτοῦνται δὲ τὰ πταίσματα. οὐκ ἀφροντίστως δὲ λόγον ἔχοντες ἕτοιμοι πρὸς παρασκευήν εἰσιν. διὰ τοῦτο καὶ αὐτὸς ὁ μακάριος ἀεὶ διαμένει 25 καθελὼν τὰς ἀπὸ τοῦ διαβόλου ἐπαναστάσεις. ἐβούλετο μὲν μ̣ὴ γενέσθαι ἐν περιστατικοῖς, ἐπεὶ ἡ ἀνθρωπίνη ἀσθένεια, ὅσον ἧκεν εἰς τὸ ἑαυ89 τῆς μέτρον, οὐ φέρει τὰς τῶν πόνων ἀμετρίας, εἰ μὴ λογισμὸς ἀνδρεῖος ὑπερβάλῃ τὴν ἀσθένειαν. διὰ τοῦτο γὰρ ἐπιφέρει· "φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." ταῦτα δὲ οὐ καταπτήξας ἔλεγεν, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. φόβον γὰρ εἶχε, μὴ ἐπιβραδύνας τῶι βίωι καὶ θλίψεών τε καὶ περιστάσεων πειραθῇ, ἐξ ὧν ὀκλάσαι τοὺς πολλοὺς συμβαίνει. κἂν γὰρ ἀκαταμάχ̣ητοι ὦσιν, οὐ βούλονται ἐφέλκεσθαι τοὺς πειρασμούς, ἵνα μήτε ὁ ἀντικείμενος καὶ δι' αὐτοὺς ἔχῃ περισσοτέραν κόλασιν καὶ μὴ τὰ τῆς ἀνθρωπίνης ὡς ἔφαμεν ἀσθενείας ὀκλάσαι ποιήσῃ, ἐπεὶ καὶ κυβερνήτης κατευθὺ ἄγων τὸ σκάφος οὐ βούλεται χειμῶνος πειραθῆναι, μή πως καὶ πταίσματι περιπέσῃ. ὅτι δὲ οὐ δειλίᾳ τὰς περιστάσεις παραιτοῦνται, ἔστιν ἑνὸς αὐτῶν ἀκοῦσαι περὶ τοῦ κοινοῦ αὐτῶν λέγοντος· "ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη 90 ἐν καρδίαις θαλασσῶν." οἷς συμφώνως καὶ ὁ ἀπόστολός φησιν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς" καὶ τὰ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.