Commentarii in Job · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; reading with the letter.

Greek

γένηται. εἰ δὲ καὶ ὁ ἄρρην ταύτης ἐστὶ τῆς φύσεως, ἀλλ' ἀπὸ τοῦ ἐπικρατεστέρου καὶ πρὸς βασιλικόν τε καὶ ὑπερήφανον αὐτοῦ ἐμνήσθη. καὶ τῶν "δρακόντων" δὲ μνήμην πεποίηται, αἰνιττόμενος τοὺς ὀφιώδεις ἀνθρώπους, ὡς καὶ αὐτοὶ καταλύονται μεταβολῆς καὶ περὶ αὐτοὺς γιγνομένης. δολεροὶ δὲ οὗτοι καὶ ἀπάτην ἐργαζόμενοι, κατ' ἐκεῖνο περὶ οὗ εἴρηται· "φοβοῦμαι δέ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν." "μυρμηκολέων" δὲ ἔοικεν ἀνθρώπωι ἀλάζονι καὶ προπετεῖ, ὅστις διὰ τὸ ἀβέβαιον καὶ ἀστάθμητον θᾶττον ἀποπίπτει. λέγεται δὲ οὗτος τίκτεσθαι ἀπὸ λέοντος συνελθόντος μύρμηκι, οὐ τῷ ζῳϋφαρίῳ, 103 ἀλλὰ ἄλλῳ, ὃ μέγεθος μὲν ἔχει ἄρκου, οὕτω δὲ καλεῖται. φασὶν δὲ οἱ ἱστοροῦν τες, ὡς διὰ μὲν τὸν πατέρα σαρκοφάγον ὄντα καὶ διὰ τὴν μητέρα ποηφάγον ἀπόλλυται μὴ δυνάμενος διὰ τὴν ἐξ ἀμφοτέρων γένεσιν μιᾷ τροφῇ χρῆσθαι. ὅπως δὲ ἔχει ταῦτα, κρινέτω ὁ ἐντυγχάνων. εἰσὶν δὲ οἱ εἰς τὸν διάβολον τοῦτον δεχόμενοι πιθανῶς λέγοντες, ὅτι τοῖς μὲν ἁγίοις μύρμηξ ἐστὶν δι' ἀσθένειαν, τοῖς δὲ ἁμαρτάνουσι λέων διὰ τὸ "τόπον δεδωκέναι αὐτῷ". "σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους", ὅπερ ἔφη αἰνιττόμενος τοὺς ἀδιαθέτους καὶ ἀγρίους ἀνθρώπους. καὶ γὰρ οἱ σκυμνοὶ ἕως μὲν ὑπὸ τὴν μητέρα τυγχάνουσιν, ἅμα εἰσίν, ἐπειδὰν δὲ ἀνδρυνθῶσιν, διασχίζονται ἀλλήλων. οὕτω καὶ πανοῦργος ἄνθρωπος καὶ ἄγριος ἕως μέν τινα ἔχει ὠφελίαν– ἀνθρωπίνην λέγω– παρὰ τοῦ συνόντος, κρύπτει τὴν κακουργίαν, πληρωθεὶς δὲ τοῦ 29 σπουδαζομένου μικρὰ φροντίζει τοῦ εὐεργέτου. "ἀληθινὸν" δὲ "ῥῆμα" νοεῖν δεῖ τὸ ἀπὸ διαθέσεως προϊὸν ἀψευδοῦς· ἔστι γὰρ καὶ ἐν ψυχῇ λόγος. καὶ τοῦτο δὲ λεκτέον, ὡς οὐ παντὸς προσώπου τοῦ ἐν τῇ γραφῇ κειμένου τοὺς λόγους 104 σπουδαίους ἢ ἀξίους συνέσεως ἡγεῖσθαι προσήκει. ἐν γοῦν τοῖς εὐαγγελίοις τὰ μὲν τῶν Ἰουδαίων ἀσύνετα, ἀλλὰ καὶ Νικόδημος λόγοις ἐχρήσατο οὐ φρονίμως· τοῦ γὰρ ςωτῆρος λέγοντος· "δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν", εἶπεν αὐτός· "μὴ δύναταί τις γέρων ὢν γεννηθῆναι ἢ δεύτερον εἰς τὴν κοιλίαν τῆς μητρὸς εἰσελθεῖν." οὕτως οὐκ ἀεὶ ἀπαιτεῖν δεῖ σύνεσιν παρὰ παντὸς προσώπου ἐν τῆι γραφῇ κειμένου. "πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ, φόβῳ δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον." ἐπεὶ πλείοσιν ἐχρήσατο λόγοις, τὰ μὲν πρῶτα δόξασιν εἶναι παρακλητικοῖς, ἔπειτα καθαπτομένοις ὡς ἂν σπεύσαντος αὐτοῦ τοῦ Ἰὼβ διὰ τὰ συμβεβηκότα καὶ ὅτι δι' ἁμαρτίας πέπονθεν–τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνόμισεν ὁ Ἐλιφάζ, καὶ πρὸς τούτοις, ὅτι τὰ πράγματα τὰ ἀν105 θρώπινα, κἂν ᾖ ἐπίδοξα, πολλὴν δέχεται τὴν μεταβολήν–, λογισάμενος ὡς ἐνδέχεται τὸν ἀκούοντα μὴ προσέχειν τοῖς παρ' αὐτοῦ εἰρημένοις πιστοποιήσεως χάριν ἐπάγει τὰ ἐκτεθέντα λέγων· "πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ", μονονουχὶ φάσκων· μηδεὶς τῶν ἀκουόντων οἰέσθω ἀσύνετόν με τυγχάνειν. δέχεται γάρ μου τὸ οὖς τῆς διανοίας θαυμαστὰ παρ' αὐτοῦ, αὐτοῦ λέγων τοῦ θεοῦ. αὐθεντίας γὰρ τοῦτο σημαντικὸν ὡς ἐν τῷ· "αὐτὸς ὁ λαλῶν πάρειμι", καὶ ἐν τῶι· "αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ νόμος αὐτοῦ οὐ μὴ ἀθετηθῇ", δηλονότι τοῦ θεοῦ. καὶ γὰρ τῷ ὄντι ἐὰν ἀνθρωπίνη σύνεσις ἐπιβάλλῃ τοῖς παρὰ τοῦ θεοῦ, φόβου πιμπλάνεται κατὰ τὸ λεγόμενον· "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην." τῷ δ' αὐτῷ τούτῳ καὶ "ἦχος" ἕπεται "νυκτερινός", ὅ ἐστιν ἀσαφία πολλή, ἐξ ἧς φρίττειν καὶ φοβεῖσθαι συμβαίνει τῶι ἀρξαμένῳ νοεῖν τι τῶν θεοῦ κριμάτων. οὐ μὴν ἀλλὰ καὶ "τὰ ὀστᾶ" τοῦ τοιούτου ταράττεται, ἅ ἐστιν δύναμις ψυχῆς. πᾶς γὰρ ἀνθρώπινος λογισμὸς ἐξασθενεῖ πρὸς τὴν τῶν θείων ἀκριβῆ κατανόησιν. τοῦτο αὐτὸ καὶ Ἀμβακοὺμ ἐπιστάμενός 106 φησιν· "ἀπὸ φωνῆς προσευχῆς με 106 εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου." τῷ οὖν ὡς προείρηται θείων ἔργων φοβερῶν τυγχανόντων βουλομένῳ ἐπαΐειν κατὰ τὸ διανοητικὸν γίνεταί τις τύπος νοήσεως οὐκ ἀκριβής, ὅστις δηλοῦται διὰ τοῦ· "καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν." ἑξῆς καὶ ἔστιν τό· "ἔφριξαν δέ μου τρίχες καὶ σάρκες." θόρυβον γὰρ ὑπομένει οὐ μικρὸν ἄνθρωπος, εἰ τολμήσειεν ἐπιβαλεῖν τοῖς θεοῦ κρίμα σίν τε καὶ θαυμασίοις. "ἀνέστην, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου", ἵν' ᾖ τὸ λεγόμενον

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.