Commentarii in Job Unit 8 opening
Unit 8.
Lemma-led open — ἀγγέλους δὲ τοὺς μὴ τηρήσαν τας τὴν ἑαυτῶν τάξιν ὑπὸ ζόφον τετήρηκεν.
Greek
ἀνθρώπων τοῦτο ἐννοεῖν, περὶ ὧν ἡ θεία διδασκαλία φησίν· "ἀγγέλους δὲ τοὺς μὴ τηρήσαν τας τὴν ἑαυτῶν τάξιν ὑπὸ ζόφον τετήρηκεν." κατοικεῖν δὲ οἰκίας πηλίνας τοὺς ἀνθρώπους φησὶν ἀντὶ τοῦ ὑλικάς, ἁπλούστερον καὶ τοὺς ἀνθρώπους ἐκ τοῦ αὐτοῦ πηλοῦ συνεστάναι λέγων. οὐ γὰρ καὶ ἡ ψυχὴ ἐκ πηλοῦ· τὸ γὰρ σῶμα πήλινον εἴρηται. "ἔπαισεν αὐτοὺς σητὸς τρόπον." τὴν κατ' αὐτῶν ὡς εὐτελῶν ἐπιπεμπομένην 31 κόλασιν δηλοῖ. τοῦτο ἐν 111 τῇ Σοφίαι δηλοῦται. ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ῃαξατ ἀλλὰ καὶ ὁ προφήτης φησίν· "ὁ ἄρχων αἰτεῖ καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν· καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κάνονος ἐν ἡμέρᾳ σκοπιᾶς", ὅπερ δηλοῖ τὸ ἀθρόον καὶ αἰφνίδιον τῶν κολάσεων καὶ τὸ κεκρι μένον. τοῦτο γ̣ὰρ κανὼν δηλοῖ. εἰ γὰρ μὴ "ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν", ἀλλ' "ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ", κανόνι τοῦτο ποιεῖ μετὰ τοῦ κεραννύναι τὴν ἀγαθότητα. "παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο. ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν." ἔτι τῆς αὐτῆς ἀρχῆς ἐχόμενος, καθ' ἣν οἴεται δι' ἁμαρτίας τὰ περιστατικὰ συμβαίνειν, καὶ ταῦτά φησιν. ἐπειδὴ γὰρ δι' ἀρετῆς οὐκ ἐδυνήθησαν μεταγνόντες τῶν κακῶν βοηθῆσαι ἑαυτοῖς, ἠκολούθησεν αὐτοῖς τὰ θλιβηρά. καὶ τοῦτο δὲ ὑπο 112 βάλλει νοει῀̣ν· δι' ἀσθένειαν τὴν τῶν ἐπελθόντων δεινότητα ἀπώσασθαι μὴ δυνηθέντες ἀπώλλυντο, τὸ εὐτελὲς τῆς ἀνθρώπου δυνάμεως ἐπιδεικνύντες. τοῦτο γοῦν καὶ τὸ ἐπιφερόμενον φαίνεται σημαῖνον· "ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν." δηλοῖ γάρ, ὅτι οὐκ ἐδέησεν ὑπερβαλλούσης ἐπιφορᾶς κατ' αὐτῶν, ἀλλ' ἐμφυσήσαντος μόνον, ὅπερ ἤρκεσεν ἐπὶ ἀναίρεσιν αὐτῶν, ἣν ἀπώλειαν εἶπεν. τῆς αὐτῆς δὲ τῆς φθασάσης διανοίας ὑπάρχων ἐπάγει τό· "ἀπώλοντο διὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν", ἀγνοῶν, ὅτι πολλοὶ σοφοὶ ἀνιαροῖς ὑπερβάλλουσι περιέπεσαν. 112 "ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἢ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ." προτροπὴν ὡς ἔοικε προσάγει τῷ ἁγίῳ πρὸς μετάνοιαν ὁρῶσαν, ἵν' ἐκ τούτου ἐπὶ παράκλησιν ἐλθὼν τύχῃ τοῦ ἐπικουροῦντος καὶ ἐπακούσαντος. παρίστησιν δὲ καὶ τό· "εἴ τινα ἁγίων ἀγγέλων ὄφει" ἐπιστάμενον αὐτόν, ὅτι εἰσὶν οὐχ ἅγιοι ἄγγελοι. εἰ γὰρ μὴ τοῦτο ἐγίγνωσκεν, περιττὴ ἡ προσθήκη· ὥσπερ διαστέλλων ἅγιον ἀπὸ μὴ τοιούτου τοῦτό φησιν. εἰσὶν δὲ οἱ λέγοντες, ὅτι ταῦτα εἰρωνευόμενος λέγει. τῆς ἀρχῆς 113 πάλιν τῆς ἐσφαλμένης ἔχεται λέγων, ὅτι 10–15 δι' ἁμαρτίας 15–20 ἵνα γνω 15–20 "καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή, πεπλανημένον δὲ θανατοῖ ζῆλος." πρ 15–20 σιν οὕτως 15–20 λεσαι. εἰ χ 15–20 σαι σοι ἀφρ 15–20 πεσοντ̣ 15–20 καλεῖν τ̣ 15–20 βοήθειαν 15–20 καὶ αυτη 15–20 ται ὅταν 15–20 τινες καὶ · 15–20 λου ἀντὶ του῀̣ κ̣ 10– 15 τοῦνται τοιαυτ 10–15 τῶν δυσαρεστούντων τῇ τοῦ θεοῦ προνοίᾳ· διὰ τί ἐγώ γε̣ τοσούτοις ἀνιαροῖς περιπίπτω 8–12 τε καὶ τὴν τιμὴν 6–10 κατὰ τὸ λεγόμενον· "μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν." ·α̣ι ζῆλος 5–10 του ὅμοιος̣ αὐτοῦ ο̣· 5–10 δευτέραν δὲ ἀπόδοσιν 2–6 τα πρὸς τὴν πρώτην 5–10 κἂν κατ' εἰρωνείαν · 5–10 τό· "ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται", δόξει οἰκείως ει᾿̣ρηκέναι ὅτι οὐχ̣ υ῾̣πακου···· 4–6 114 15–20 λος ὡς εἴρηται. "ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας, ἀλλ' εὐθέως̣ ἐβρώθη αὐτῶν ἡ δίαιτα." 14–18 νους ὑπὸ τῶν 14–18 ῥίζας δυνα14–18 τ̣ο πολυσχι14–18 παντὶ ἀνε 14–18 πολύρριζος ει 14–18 νέχειν καὶ 10–14 ἀνθρώπινα λέγει 12–16 συμβαῖνον εὐθέως γὰρ ἐβρώθη αὐτῶν ἡ δίαιτα 12–16 · ἐπὶ τὸ πολύ 14–18 ·τα ὡς τὸν ὑ12–16 ·νε̣υ̣όμενον με12–16 ι̣ν καὶ τὸν πλούσιον πολλάκις εἰς πενίαν μεταβάλλεσθαι 8–12 ·τι δὲ περιόντος 8–10 αινει ἀλλὰ γοῦν του 6–8 κατὰ ζῆν τοῦτο ἐλθόν6–8 ·τα τῆς ἀλαζονείας 4–6 τοιαύτην τὸ θεῖον γράμμα γὰρ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.