Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; reading with the letter.
Greek
πολὺς ὁ λόγος γένηται, ἐδημιουργήθη ὁ ἄνθρωπος, ἵνα κατ' ἀρετὴν ζῇ. τοῦτο αὐτὸ ὁ ὑ153 μνῳδὸς θεωρήσας ἔλεγεν· "γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ", ἵνα λέγῃ τοιοῦτον ἠρέμα ὅτι· διὰ τοῦτο γέγονα, ἵνα κατ' ἀρετὴν ζῶ καὶ τῆς σοφίας τῆς σῆς μετέχων πάντα καὶ λέγω τε καὶ πράττω κατ' αὐτήν. ἐπειδὴ δὲ ἐν πολλῷ λιπόμενον ἐμαυτὸν ὁρῶ, ὅπερ διὰ μετριότητα λέγει, "τὸ πέρας μου γνώρισόν μο̣ι̣", μέχρι πόσου χρόνου ἐνταῦθα μένω, ἵνα σπουδάσω ἐν αὐτῷ τὰ ὑστερήματά μου ἀναπληρώσων. κατὰ ταύτην τὴν διάνοιαν καὶ ε᾿̣ν τῷ Ἐκκλησιαστῇ εἴρηται· "μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου", ὅπερ δηλοῖ ὅτι· ἐπεὶ διὰ τὸ καρποφορεῖν ἀρετὴν γέγονας, μὴ μέλλε πρὸς αὐτήν, μήποτε ἀτελὴς ἀπέλθῃς. ὅπερ πάλιν εὐχόμενος ὁ ∆αυίδ φησιν· "μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου." ἀλλὰ καὶ ὁ Ἀβραὰμ εἴρηται "πρεσβύτερος καὶ πλήρης ἡμερῶν". καὶ ἐὰν ἁπλούστερον τοῦτο λάβωμεν, πολλοὶ τῶν πολλῶν τῶν πρὸ αὐτοῦ καὶ πλείονα ἔτη ἔζησαν καὶ οὔτε πρεσβύτεροι ἤκουσαν οὔτε πλήρης ἡμερῶν. πλήρης 42 δ' ἡμερῶν ἐστιν ὁ τοὺς φωτισμοὺς "τοῦ ἡλίου τῆς δικαιοσύνης" ἀνελλι154 πῶς λαβών. καὶ πρεσβύτερος οὗτός ἐστιν πρεσβείοις ἐκείνοις τετιμημένος, περὶ ὧν λέγεται· "γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. ἐπεὶ τοίνυν "ὁ Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ" ὡς "τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λογισθῆναι" καὶ "πλήρης ἡμερῶν" ἦν καὶ "πρεσβύτερος", εἰκότως "τραφεὶς ἐν γήρει καλῷ" ἐκοιμήθη. ὅτι δὲ πλήρης ἡμερῶν οὕτω νοεῖται καὶ ἐξ ἑτέρων ἔστιν βεβαιωθῆναι· "τίμα", φησίν, "τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς εις γῆς ἣν ὁ κύριος δίδωσίν σοι." καὶ οὐκ ἔστιν τοῦτο ἀναντίρρητον· πολλοὶ γὰρ πολλὴν ἐνδειξάμενοι τιμὴν πρὸς γονέας ὠ κύμοροι ἐτελεύτησαν καὶ ἄλλοι ἀτιμάζοντες μητέρας καὶ πατέρας πολυχρόνιοι γεγένηνται· ἀλλὰ καὶ ἐν Ψαλμοῖς λέγεται περὶ "τοῦ κατοικοῦντος ἐν βοηθείᾳ ὑψίστου"· "μακρότητι ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου", ὅπερ δηλοῖ τελείωσιν· οὐδὲ γὰρ τὴν ἐνταῦθα παραμονὴν 155 ἐπὶ πλεῖστον· "ἡρπάγη" γάρ φησιν, "μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ". ταῦτα δὲ πάντα ἡμῖν εἴρηται θέλουσιν δεῖξαι, ὅτι ἐπί τινι τέλει γίνεται τὰ γινόμενα κα̣ι`̣ παρὰ πολλῶν, πολλ̣ῷ δὲ πλέον ὑπὸ θεοῦ. καὶ ὁ Ἐλιφὰζ οὖν τοῦτο ἐπιστάμενος ἅτε ἐντρεχὴς καὶ συνετός φησιν τὰ ἐκκείμενα τῇ διανοίᾳ κινούμενος τοιαύτῃ, ὅτι πράως καὶ πρὸς ἐπιστροφὴν τὴν νουθεσίαν δεξάμενος τέλος ἀγαθὸν ἕξει καὶ τίμιον, ὅπερ δηλοῦται αὐτῷ διὰ τό· "ἐλεύσῃ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος." χ̣ωρεῖ δὲ αὐτῷ κατ' ἀκολουθίαν ὁ λόγος ἀπὸ τοῦ· "μακάριος ἀνήρ, ὃν ἤλεγξεν κύριος", ὅτε καὶ προτρέπεται αὐτὸν μὴ "ἀναίνεσθαι παντοκράτορος νουθέτημα", ὡς αὐτοῦ καὶ "τύπτοντος καὶ ἰωμένου ἑξάκις τε ἀπὸ ἀναγκῶν ῥυομένου λιμοῦ καὶ πολέμου, α᾿̣πὸ μάστιγος γλώσσης καὶ σιδήρου ἀποκρύπτοντος", ἐξ οὗ συμβήσεται τοῦτον, ᾧ ταῦτα γίνεται, μὴ φοβεῖσθαι κακῶν ἐπιφορὰν καὶ τὰ ἑξῆς. ἐφ' οἷς ἅπασιν, φησίν, τέλος ἀγαθὸν διαδέξεται καιρίως καὶ ὡρίμως καθὰ σῖτος ἐν ἅλωνι συναγόμενος. μακάριον δέ ἐστιν σῖ156 τον τοιοῦτον εἶναι, περὶ οὗ ὁ ςωτήρ φησιν· "τὸ καλὸν σπέρμα υἱοὶ τῆς βασιλείας εἰσίν." καὶ περὶ ταὐτοῦ· "ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. ἐὰν δὲ ἀποθάνῃ, πλείονα καρπὸν φέρει." καρπὸς δὲ τούτου τοῦ κόκκου οὐκ αἰσθητὰ γεννήματά ἐστιν, ἀλλ' ἄνθρωποι "υἱοὶ βασιλείας". μέγα ἐστὶ δὲ καὶ τὸ μὴ ἀκοῦσαι· "ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων", ἀλλ' οὕτω πληρωθῆναι ἀρετῶν ὡς ὁ πληρούμενος σῖτος καὶ και ρίως θεριζόμενός τε καὶ συναγόμενος. κεῖται δ' ἐκ παραλλήλου ὁ καιρὸς καὶ ἡ ὥρα ὡς ἐν τῶι· "φυλάξετε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ' ἡμερῶν εἰς ἡμέρας." ἄμητος δ' ἐστὶν πνευματικὸς ψυχῆς τελείωσις. "πορευόμενοι" γὰρ "ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν", ὅπερ δηλοῖ τὴν διὰ πόνων καὶ ἀσκήσεων αὐτῶν ἀρχὴν τῆς ἀρετῆς. "ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν", ὅπερ σημαίνει ὡς προείρηται τὴν τελείωσιν. τοῦτο γὰρ δηλοῖ τὸ "συνκομισθεῖσα". ἐπ' ἀσφαλοῦς γὰρ λοιπόν ἐστιν τῷ ὄντι̣ ὁ τέ157 λειος. τοῦτο καλῶς παρὰ τοῦ ςωτῆρος μανθάνομεν λέγοντος· "οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.