Commentarii in Job · §u16-rem-early

Unit 16 rem early

Rem early: Unit 16; lemma and argument toward the thesis.

Greek

παρίστησιν, διὰ μὲν τοῦ "αἱ χεῖρές σου ἐποίησάν με" τὸ δημιουργικόν, διὰ δὲ τοῦ "μετὰ ταῦτα μεταβαλών με ἔπαισας" τὸ προνοητικόν. καὶ τοῦτο γὰρ προνοίας ἐστὶν θεοῦ ἔργον 275 τὸ ἐν θλίψεσιν δι' ἀγῶνα περιβαλεῖν τὸν ἀνδρεῖον, ἵνα χαρακτῆρα καὶ σκοπὸν τοῖς ἀνθρώποις στήσῃ, πρὸς ὃν ἀποβλέποντες μιμηταὶ καταστῶσιν. τὸ δὲ "μεταβαλὼν" νοητέον ἀντὶ τοῦ μεταβολὴν περὶ ἐμὲ ποιήσας τοῦ σώματος· εἵλ κωτο γὰρ καὶ λελώβητο ἀνι̣αρω῀̣ς πάντων ἁπαξαπλῶς τῶν περὶ αὐτὸν μεταβληθέντων. μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ἀκολούθως καὶ 67 τῆς δημιουργίας καὶ τῆς προνοίας αὐτὸν ἐπιστάμενος ἀρχηγὸν καὶ κύριον εἰς εὐχὴν τρέπει τὸν λόγον λέγων· εἰ καὶ ἐπήγαγες ὡς ἐξουσιάζων τὰ ὀδυνηρά, ἀλλὰ μνήσθητι, ὅτι ἀσθενής εἰμι καὶ ἐκ πήλου τὴν σύστασιν ἔχω –τοῦτο δὲ κατὰ τὸ σῶμα νοητέον– καὶ πλάσας εἰς γῆν με πάλιν ἀποστρέφεις. καὶ δῆλον ἐκ τούτου, ὅτι περὶ τοῦ σώματος λέγει· οὐ γὰρ εἰς γῆν ἡ ψυχὴ ἀποστρέφεται. τὰ δὲ περὶ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης φύσεως διεξέρχεται προτρέπων καὶ τοὺς φίλους εἰς καρτερίαν καὶ ἐπίγνωσιν τῆς ἀρετῆς αὐτοῦ καὶ τῆς ὑπομονῆς. καὶ νῦν δὲ ὡς οἰκεῖον τὸ πλάσαι τῷ σώματι συνῆψεν· ἀντιτύπῳ γὰρ ἡ πλάσις οἰκεῖον· καὶ γὰρ περὶ τῶν ἀγγέλων οὐκ εἴρηται· 276 ὁ πλάσας ἀγγέλους, ἀλλ' "ὁ ποιῶν ἀγ γέλους αὐτοῦ πνεύματα." καὶ περὶ τῆς γῆς εἴρηται ὡς παχέος σώματος· "καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν." ταῦτα δὲ οὐχ, ὅτι κατὰ τοὺς ἀνθρώπους θεὸς χερσὶ διαπλάττει, εἴρηται, ἀλλ' ὅτι ἑκάστῳ τὸ οἰκεῖον ἡ θεία παίδευσις ἐπιφέρει ὄνομα, τὴν μὲν πλάσιν ὡς εἴπομεν τῷ σώματι, τὴν δὲ ποίησιν τῇ ψυχῇ. ὅμοιον τῷ "εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις" τὸ τῷ Ἀδὰμ εἰρημένον· "γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει." παρατηρητέον ὅτι, ἐάν τι περὶ συνθέτου λέγηται, οὐκ ἀνάγκη περὶ παντὸς μέρους αὐτὸ νοεῖν. ἐὰν γὰρ λέγηται· καὶ ἦν ∆αυὶδ πρᾶος ἢ Μωσῆς, οὐ περὶ τοῦ σώματος αὐτοῦ τοῦτο νοοῦμεν. ἐὰν δέ· καὶ ἦν ∆αυὶδ "πυρράκης μετὰ κάλλους ὀφθαλμῶν", περὶ τοῦ σώματος αὐτὸ διανοούμεθα, οὐ περὶ ψυχῆς. καὶ ἐνταῦθα εἰ λέγεται· "εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις", οὐ δεῖ λογίζεσθαι, ὅτι περὶ τῆς ψυχῆς τοῦτο λέγεται. ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ; τὸ σπέρμα, ἐξ οὗ συνίσταται τὸ ζῷ ον, ὡς γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα συστρεφόμενον τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρμα συστραφὲν φύσις γίνεται· κατάστασις δέ ἐστιν αὕτη πρὸ τοῦ ἐμβρύου· τὸ γὰρ καταβληθὲν εἰς 277 τοὺς αὔλακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα τυρός, γίνεται φύσις· ὅπερ λοιπὸν διαπλάττεται ἤ, ὡς ἡ γραφή φησιν, "ἐξεικονίζεται" καὶ δέχεται ὥσπερ χαρακτῆρας. ὅταν δὲ διαστῇ τὰ μέλη καὶ ἕκαστον ἰδίᾳ γένηται καὶ κινῆται λοιπὸν οἷα ζῴου χεὶρ ἢ πούς, τότε ἐμβρύου μ̣ὲν ἡ ἀπότεξις ἀποδείκνυσιν εἰς τὸ φανερὸν τὸ ζῷον. ταῦτα πάντα οὖν ἐμπεριλαμβάνει, διὰ μὲν τοῦ "μνήσθητι, ὅτι πηλόν με ἔπλασας" τὴν ἐξ ἀρχῆς κτίσιν τοῦ Ἀδὰμ σημαίνων, διὰ δὲ τοῦ "ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας" τὰς κατὰ διαδοχὴν συνισταμένας γενέσεις. πάντα οὖν ταῦτα διέξεισιν, τὸ δημιούργημα τοῦ θεοῦ ὑποδεικνύς, ἵν' δι ἐκ τούτου ἢ δι' εὐχῆς εἰς ἔλεον ἐκκαλέσηται. τὸ "ἤμελξας" οὖν λέγει τῷ θεῷ δεικνύς, ὅτι αὐτοῦ ἐνεργείᾳ ἡ γνησία τῶν σπερμάτων καταβολὴ γίνεται. δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. τούτῳ χρῶνται οἱ βουλόμενοι δεῖξαι, ὅτι, οὓς ἐνέδυσεν ὁ θεὸς δερματίνους χιτῶνας, τὰ σώματά ἐστιν ταῦτα τὰ παχέα. καὶ γὰρ ἐν τῇ Γενέσει εἴρηται· "καὶ ἐποίησεν ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς." ἀλλ' 278 "ἐποίησεν τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ", ἵνα δείξῃ, ὅτι κατάλληλον "ἄρρενι καὶ θηλείᾳ" ἔνδυμα πεποίηκεν. σαφές, ὅτι "δέρμα καὶ κρέας" ἐνταῦθα τὸ σῶμά φησιν· συνάπτει γὰρ ἑξῆς τὰ διακρατητικὰ τούτου λέγων· "ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας." ὅλην οὖν τὴν ὁδὸν καὶ ἁρμονίαν τῆς συστάσεως τοῦ σώματος ἀπαγγέλλει διά τε τῶν πρὸ τούτων καὶ αὐτῶν τῶν ἐγκειμένων. σημειωτέον, ὅτι φαίνεται τῆς ψυχῆς ταῦτα ῥήματα· αὕτη γάρ ἐστιν ἡ ἐνδυσαμένη τὸ δέρ μα καὶ τὸ κρέας ὀστέοις τε καὶ νεύροις ἐνερθεῖσα· ὅπερ σημαίνει προτέραν αὐτὴν εἶναι τῶν ἐνδυμάτων καὶ τοῦ ἐνδεδύσθαι· ὑποκειμένη γὰρ ἐνδέδυται. ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοῦ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. ἐπεὶ μὴ αὐτὰ καθ' ἑαυτὰ τὸ δέρμα καὶ το κρέας καὶ «τὰ» ὀστᾶ καὶ νεῦρα ζωὴν ἔχει, παρουσίᾳ δὲ ψυχῆς ζωτικὰ κινήματα ἔχει– ἀναχωρησάσης γοῦν αὐτῆς οὐδὲν ἔχει ζωτικόν–, φησίν, ὅτι οὐκ ἔπλασας μόνον καὶ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.