Commentarii in Job · §u22-rem-mid

Unit 22 rem mid

Rem mid: Unit 22; lemma continues; reading with the letter.

Greek

ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ," ἐξ οὗ παρίσταται καὶ δόγμα περὶ ἀναστάσεως καὶ κρίμα τῆς ἑκάστου ζωῆς ἐν τῷδε τῷ βίῳ οὐκ εἰκαίως καὶ ὡς ἔτυχεν συμβαίνοντος τοῦ θανάτου. εἰ δὲ καὶ τὸ "συντελέσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ" δύναται τὰς πρὸ τῆς ἀναστάσεως ἡμέρας δηλοῦν, μεθ' ἃς ἡ αἰώνιος ζωὴ διαδέξεται, συνεπίσκεψαι. ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι. τῇ αὐτῇ ἀκολουθίᾳ τῶν λόγων καὶ τὰς τῶν προδιαλεγομένων αὐτῷν δόξας ἀντι377 δοξ̣ούντων τίθεται καὶ τὰς ἀληθεῖς, ἵνα παραλλήλων αὐτῶν κ̣ειμένω̣ν ὁρῶμεν, ποῖαί εἰσιν αἱ ἀν̣ασκευαζο´̣μεναι καὶ ποῖαι αἱ κατασ̣κευαζόμεναι. ὡς πρ· ····· με`̣ν γὰρ̣ ἔλεγεν πρὸς τὴν δόξαν ἐκείνων τὴν ἐσφαλμένην· "ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ" καὶ "ἀνὴρ τελευτήσας ᾤχετο, πεσὼν δὲ βροτὸς οὐκέτι ἐστιν." οὐ γὰρ οὕτως εἶχεν ἡ τοῦ ἀνθρώπου φύσις ὡς ἐκεῖνοι ἐνόμιζον, ὅτι μέχρι τῆς παρούσης ζωῆς̣ ἔχω̣ν τὴν ὑπόστασιν ἄνθρωπος ἀποβαλὼν ταύτην τὴν ζωὴν οὐκέτι ἔστιν ὡσαύτως τοῖς ἀλόγοις ζῴοις. τῶν γὰρ ἀλόγων ζῴων αἱ ψυχαὶ συνσπείρονται τοῖς σώμασιν αὐτῶν, διὸ καὶ συνφθείρονται. ἐπειδὴ δὲ ἡ τοῦ ἀνθρώπου οὐ συνσπείρεται, οὐδὲ συνφθείρεται· ἀθάνατος γάρ ἐστιν. καὶ ἐπεὶ οἱ φίλοι οὐ διέκειντο, ὡς ἔστι διὰ ἀγῶνα ἐπίπονα συνβαίνειν καθὼς αὐτῷ τῷ μακαρίῳ, λογιζόμενοι αὐτὸν διὰ ἁμαρτίας πάσχειν, πρὸς τὴν ἐκείνων δόξαν ἐναντιούμενος λέγει τὸν λογισμὸν τοῦ φέρειν τὰ ἐπίπονα εἶναι τὸ πάλιν γενέσθαι. "ὑπομενῶ", γάρ φησιν, "ἕως πάλιν γένωμαι", σημαίνων 378 τὴν ἀνάστασιν, ἡ`̣ν ου᾿̣ παρα̣δέχονται οἱ συνφθειρομένην λέγοντες εἶν̣αι τὴν ψυχὴν καί τινες τῶν ···ατ···· τιθεμένων τ̣·····σ̣····· φύσιν ἀπολο̣····σ̣α̣······ δὲ τὸ "ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι" τοῦ "ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ". ταύτης τῆς ὑπ̣ολήμ̣ψεως ὑπάρχων καὶ ὁ μακάριος Παῦλος ἔγραψεν· "εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμὲν" καὶ "εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος, εἰ νεκροὶ οὐκ ἐγείρονται;" οὕτως ὡς πρὸς τὴν δόξαν τῶν φίλων μὴ τιθέντων, ὅτι δι' ἀρετὴν ἔστιν πάσχειν, τὸ "ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ" ἐλέγετο, τὸ δὲ "ὑπομενῶ, ἕως ἂν πάλιν γένωμαι" ἐναντιουμένου τῇ γνώμῃ τῶν φασκόντων· "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν." τὸ δὲ "ἕως πάλιν γένωμαι" διεξοδευτέον οὕτως· γένεσίς τίς ἐστιν ἡ ἀνάστασις. διὰ γὰρ τοῦτο "παλινγε379 νεσία" πρὸς τοῦ Σωτῆρος εἴρηται. καὶ γὰρ ἡ μὲν προτέρα γένεσις δια´̣φ̣ορο̣ν ἔχ̣ουσα τρόπον κατὰ με̣τ̣αβολ̣ὴν̣ ὕλης συνίστατο, ἢ τοῦ χ̣οῦ ὡς̣ ε᾿̣ν τῷ πρωτοπλάστῳ ἢ τῆς πλευρᾶς ὡς ἐν τῇ Εὕᾳ ἠ`̣ τῶν σ̣π̣ερμα´̣των ὡς ἐν τοῖς γενν̣η̣θεῖσιν ἢ ἀπὸ παρθένου̣ χω̣ρ̣ὶς σπέρ̣ματος τρεψάσης τι αὐτ̣ῆς εἰς τὸν σωτήριον ν̣α̣όν, ο̣ὑ´̣τω γινομένης τῆς μεταβολῆς. οὑ´̣τ̣ω καὶ τῆς ἀναστάσεως καιρο`̣ς̣ ἢ εἰς χοῦν τοῦ σώματος μεταστάντος ἢ εἰς ἕτερόν τ̣ι κα̣τὰ μεταβολὴν τούτων ἐγείρει ἄφθαρτον τὸ ἀ νιστάμενον σῶμα. γένεσις ἄρα τίς ἐστιν. εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι. δεῖξαι βουλόμενος, ὅτι οὐ μόνον τὸ σῶμα ἀνίσταται, ἀλλὰ καὶ ἡ ψυχὴ τὰς ἐννοίας τὰς περὶ θεοῦ ἔχουσα, φησὶν τὸ "εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι". τὸ γὰρ ὑπακοῦσαι θεοῦ καλοῦντος λογικῆς οὐσίας οἰκεῖον. τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ 95 ἀποποιοῦ. διδάξας περὶ ἀναστάσεως τοῦ ὅλου ἀνθρώπου καὶ τῆς ἀθανασίας τῆς ψυχῆς παιδεύει τοὺς φίλους πρὸς τὸ μὴ νομίζειν εὐτελῆ αὐτὸν 380 παρὰ θεῷ κεκρίσθαι. ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν #6ἁμαρτιῶν μου. ἀναπόδρασ̣τ̣ον αὐτοῦ τὴν γνῶσιν διδάσκων διὰ τούτων ἔτι καὶ τρόπον τινὰ παιδεύει τοὺς φίλους διακειμένους, ὅτι δι' ἁμαρτίας πάσχει, πῶς χρὴ με̣τ̣α̣νοει῀̣ν καὶ μὴ ἀλαζονεύεσθαι τῃ῀̣ ἐνυ̣παρχούσῃ καθαρότητ̣ι̣, μετριότητος ἕν̣εκα τ̣η῀̣ς ἑαυτοῦ καὶ τοῦ ἐκείνους διε̣γε̣ίρειν εἰς μετάνοι̣αν ταυ῀̣τ̣α̣ λ̣έγων. ἐπεσημήνω δέ, εἴ τι ἄκω̣ν̣ π̣αρέβην. ὡς πρὸς αὐτοὺς̣ πα´̣λιν λέγει ταῦτα διακειμένους ὡς ἁμαρτ̣όντα αὐτὸν ταῦτα ὑφίστασθαι καὶ μετριότητι καὶ πρὸς παίδευσιν αὐτῶν εἰς τὸ μιμήσασθαι αὐτὸν οὕτω καθαρὸν ὄντα καὶ μετανοίας προφέροντα ῥήματα. ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίῳ. τουτέστιν· «ἐμπεριείληφας αὐτῶν καὶ τὴν ποιότητα καὶ τὸν ἀρι θμόν». ὅμοια δὲ τῶν προλαβόντων καὶ ταῦτα νοῆσαι δεῖ. καὶ πλὴν ὄρος πῖπτον πεσεῖται. πιστεύων τῷ πάντων αἰτίῳ, ὅτι κατορθώσει τὸν ἀγῶνα

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.