Commentarii in Psalmos · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

οὐ περπερεύεται", τὸν ἔχοντα τῷ ὀνόματι τῆς ἕξεως καλεῖ. καὶ λέγω γε καὶ περὶ τοῦ ἔχοντος τὴν ἀγάπην ὅτι ὠφελεῖ. ὠφελεῖ δὲ ἐκείνην τὴν ὠφέλειαν ἣν ἡ ἀγάπη παρέχει. ἐὰν τοίνυν λέγω ὅτι ὁ ἅγιος λέγει τοῦτο, οἷον ὁ ὑμνῳδός, οὐ χωρίζων τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ ἔχοντος, οὐδὲ τὸν ἔχοντα λέγω ὅτι χωρὶς τοῦ ἁγίου πνεύματος ταῦτα λέγει. εἰ οὖν "∆αυὶδ ἐν πνεύματι ἁγίῳ κύριον αὐτὸν καλεῖ", οὕτω δὲ ὡς μετεχόμενον, οὐκ ἀπεζευγμένον ἀπὸ τοῦ μετέχοντος, ὡς οὐδὲ ἡ ἐπιστήμη χωρὶς τοῦ ἐπιστήμονος. 2 καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. ὁ βασιλεὺς ὥσπερ εὐφραίνεται ἐπὶ τῇ δυνάμει, οὕτως ἀγαλλιᾷ σφόδρα καὶ ἐπὶ τῷ σωτηρίῳ. τὸ σωτήριον δὲ καὶ ἡ δύναμις ταὐτόν ἐστιν κατὰ ἄλλην καὶ ἄλλην ἐπίνοιαν λαμβανόμενον. ἡ δύναμίς ἐστιν πάντα ὑφιστῶσα καὶ πάντα οὕτως ἄγουσα ὡς αὐτῇ δοκεῖ. οὕτω καὶ σωτήριόν ἐστιν· ἃ γὰρ ποιεῖ, σωτηρίας ἕνεκα ποιεῖ, ἃ ποιεῖ ἐν ἀνθρώποις, καὶ τῆς ἀνθρώπων σωτηρίας χάριν ποιεῖ. 3 τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ. οἶδας ὅτι τὸ "αὐτὸς" ὄνομα τὴν αὐθεντίαν δηλοῖ, οὐ τὰ προσπεφυκότα. ψυχῆς ἐπιθυμία φαύλη ἐστίν, ὅταν ὦ ψυχὴν φαύλην ὑποθέμενος. ὅταν δὲ αὐτὴν τὴν ψυχὴν εἴπω ἐπιθυμίαν ἔχειν, τὴν οὐσιώδην αὐτῆς ἐπιθυμίαν λέγω. ὁ ταύτῃ χρώμενος τῇ ἐπιθυμίᾳ οὐδενὸς ἐρᾷ τῶν φαύλων, ἀλλὰ τῶν ἀγαθῶν· καὶ γὰρ ἔλαβεν τὸ ἐπιθυμητικὸν καὶ τὴν ἐπιθυμίαν, ἵνα τὰ καλὰ μεταδιώκῃ, ἵνα ὀρέγηται τῶν ἐπωφελῶν. ἐὰν οὖν, φέρε, φιλάργυρος τύχῃ πλούτου, οὐ τὴν ἐπιθυμίαν τῆς ψυχῆς ἑαυτοῦ ἔλαβεν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ φιλαργύρου. μέγα οὖν ἐστιν τὸ τυχεῖν τῆς ἐπιθυμίας τῆς ψυχῆς, οὐ προστιθεμένης "τῆς φαύλης". ἀμέλει γοῦν καὶ ἐν ἄλλῳ̣ ψαλμῷ λέγει· "τὸν ἐνπινπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπι9 θυμίαν σου". τῇ ψυχῇ λέγει. πολλάκις εἴρηται ἡμῖν ἐν ἄλλοις ὅτι τὰ προσκείμενα οὐ ποιοῦσιν ἀντίφασιν. ἐὰν λέγω· "ἡ ἐπιθυμία τῆς ψυχῆς ἀγαθή ἐστιν", ἔνπαλιν λέγω· "ἡ ἐπιθυμία τοῦ δικαίου ἀγαθή ἐστιν", τὸ προσκείμενον οὐ ποιεῖ ἀντίφασιν. λέγω· "ἡ ἐπιθυμία ἡ αἰσχρά, ἡ ἐπιθυμία ἡ κακή, ἡ τοῦ ἀδίκου", ἀντίφασις γίνεται. οὔκ ἐστιν ψυχῆς ἁπλῶς ἐκείνη ἐπιθυμία, ἀλλὰ τοιᾶσδε ψυχῆς. τὰ προσκείμενα οὖν ὁτὲ συναληθεύει, ὁτὲ δὲ μάχεται καὶ ἀντίφασιν ποιεῖ. οὕτω γοῦν εἴρηται· "ἐπιθυμία δικαίου πᾶσα ἀγαθή". ταὐτόν ἐστιν σχεῖν ἐπιθυμίαν δικαίας ψυχῆς καὶ ἐπιθυμίαν ψυχῆς ἄνευ προσθήκης. καὶ τὴν θέλησιν τῶν χειλέων αὐτῶν οὐχ ὑστέρησας καὶ ἐπὶ τῶν αἰςθητῶν δὲ τοῦτο φαίνεται. ἐὰν λέγω ἄρτι ὅτι· "ἐπιθυμεῖ ὅσδε ὁ πατὴρ τὰ τέκνα ἑαυτοῦ εὖ διάγειν", ἐπεὶ πατρὸς μνήμην πεποίημαι, τὸ εὖ διάγειν αὐτὰ βούλομαι. ἐὰν δὲ εἴπω ὅτι· "ὁ κακὸς πατὴρ θέλει τοιῶσδε τὰ τέκνα ἑαυτοῦ πράττειν", ἀνῄρησα πατρικὰ σπλάγχνα. "ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν". τὸ "ἐπιθυμίᾳ" δὲ "ἐπεθύμησα" οὕτως ὡς τό· "δικαίως τὸ δίκαιον ἐδίωξα", τὸ ἄξιον τοῦ ἐπιθυμεῖσθαι. ἔστιν δέ ποτε ἐπιθυμῆσαι καὶ τὸ ἀνάξιον τοῦ ἐπιθυμεῖσθαι, ὡς λέγει· "πάθος, ἐπιθυμίαν κακήν". ἡ κακὴ ἐπιθυμία οὔκ ἐστιν ἐπιθυμητή, ὡς οὐδὲ τὸ ψευδώνυμον ἀγαθὸν αἱρετὸν λέγεται, κἂν αἱρῶνταί τινες αὐτό. 3 καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. ἐὰν περὶ τοῦ ἐκ Μαρίας ᾖν ὁ λόγος, φανερὸν ὅτι αἴτησιν προσάγει ὑπὲρ ὧν ἐλήλυθεν σῶσαι. ἔχεις γοῦν· "ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται, ὑπὲρ ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν". 6 ἀεὶ ζῇ ἐν τῷ ἐντυγχάνειν. τὸ "ἀεὶ" δὲ οὕτω λάβε· ἐς ὅσον χρῄζουσιν παρακαλοῦντος καὶ διαιτητοῦ. "καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον". εἶτ' ἐπεὶ ταύτῃ τῇ σπουδῇ συντρέχουσιν τῷ διδασκάλῳ καὶ οἱ ἄλλοι, κἀκεῖνοι βούλονται παρακαλεῖν ὑπὲρ ὧν ἐνεχειρίσθησαν, οὐ προηγουμένην τὴν ἑαυτῶν παράκλησιν τιθέμενοι, ἀλλ' ἑπο μένην τῇ δικαιώσει τοῦ εἰς μίμησιν αὐτοὺς καλοῦντος. κατὰ πάσας οὖν τὰς ἀποδόσεις τοῦ βασιλέως ἐκλημπτέον δεῖ τὸ μὴ ἐστερῆσθαι τὴν δέησιν αὐτοῦ. οἷον ὅταν περὶ τοῦ αἰσθητῶς βασιλεύοντος λέγωμεν ὅτι ἡ δέησις τῶν χειλέων αὐτοῦ οὐκ ἐστερήθη, ἀλλ' ἐν ἐκβάσει γέγονεν, ἔπαινον αὐτοῦ σημαίνομεν. κἂν περὶ τῶν ἁγίων εἴπωμεν–εἴρηνται γὰρ καὶ αὐτοὶ βασιλεῖς–, καὶ ἐκείνων μέγας ἔπαινός ἐστιν, ὅταν ἡ δέησις αὐτῶν εὐπρόσδεκτος ᾖ. "ὀφθαλμοὶ" γὰρ "κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν". καί· "εὐχαῖς δικαίων ἐπακούει". 3 διάψαλμα. 10 οὐ φέρεται οὐδαμοῦ τὸ "διάψαλμα" ἢ ἐν ταῖς Ἑβραικαῖς γραφαῖς, μάλιστα ἐν τοῖς ψαλμοῖς. κεῖται δὲ καὶ ἐν τῇ ᾠδῇ τοῦτο τοῦ Ἁμβακούμ. οἱ τὴν διάλεκτον ἐπιστάμενοι ὑπὲρ πάντας δύνανται εἰπεῖν τί σημαίνει.

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.