Unit 2 rem mid
Rem mid: Unit 2; lemma continues; reading with the letter.
Greek
ὅμως δὲ τὰ ἐλθόντα εἰς ἡμᾶς λέγομεν. εἰσὶν οἱ λέγοντες ὅτι μεταβολὴν προσώπου σημαίνει. ψεῦδος δέ ἐστιν· εὑρήκαμεν γὰρ μεταβολὴν π̣ροσώπων ἐν τοῖς ψαλμοῖς καὶ ἄνευ τοῦ διαψάλματος. πάλιν λέγουσιν ὅτι τὸ διάψαλμα διάστασίν τινα σημαίνει–οἷον λέγων ἐπαύσατο καὶ ἄλλῳ καιρῷ ἤρξατο–, καὶ τοῦτο σημαίνει τὸ διάψαλμα, τὴν διάστασιν τὴν χρονικήν. τοῦτο δὲ οὐκ ἔχομεν εἰπεῖν· οὐ γὰρ κεῖται ὅτι τούσδε τοὺς στίχους εἰρηκὼς τοῦ ψαλμοῦ μετὰ χρόνον ἄλλον εἶπεν. οἱ μέντοι ἠρέμα ὁμιλήσαντες τοῖς Ἑβραικοῖς ἀναγνώςμασιν τοῦτο λέγουσιν ὅτι ῥυθμός ἐστιν μέλους μουσικοῦ, καὶ ὥσπερ ἐν τοῖς μουσικοῖς λέγουσιν ῥυθμοὺς καὶ μέλη. ταῦτα οὖν οὐχ ἡμῶν εἰδέναι, ἀλλὰ τῶν τῇ διαλέκτῳ ὁμιλησάντων. ἐν πάσῃ γοῦν διαλέκτῳ δύναται κατάλληλος εἶναι μουσικῇ. οὐδὲν δέ ἐστιν μουσικὴ ἢ ῥυθμὸς φθόγγων εὐρύθμως συνκειμένων. ἐνίοτε δοκῶ εἰδέναι γράμματα καὶ ἀναγνώσμασιν σχολάζειν. καὶ ἐὰν ἴδωμέν τι ἐν κήπῳ, ᾗ ὀνομαζόμενον παρὰ γεωργοῦ ἐπεὶ οὐκ ἴσμεν, παρ' αὐτοῦ μανθάνομεν καὶ οὐκ ἤδη, μὴ ἀπαξιοῦντες μαθεῖν, ἀπὸ τοῦδε μένομεν ἀπαίδευτοι. οὕτω οὖν εἰ καὶ μὴ ἴσμεν τὴν διάλεκτον τὴν Ἑβραικήν, ἀλλ' ἠκούσαμεν, ὅτι ῥυθμὸν μουσικὸν σημαίνει κατὰ τὴν διάλεκτον τὴν Ἑβραίαν. 4 ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος. τὸν βασιλέα κατὰ πᾶσαν ἑρμηνείαν προέφθασεν ὁ θεὸς ἐν εὐλογίαις χρηστότητος. τὸ "προέφθασας ἐν εὐλογίαις" ἴσον ἐστὶν τῷ· "ἔτι σοῦ λαλοῦντος ἐρῶ· ἰδοὺ πάρειμι". οἷον, φέρε, εὐχήν τις ἀναπέμπει περὶ τοῦ εὖ διάγειν, περὶ τοῦ ἀρετὴν ἔχειν· λέγει ὅτι· "ἔτι σοῦ λαλοῦντος", οὔπω πληρώσαντος τὸν λόγον τῆς εὐχῆς, διὰ τοῦ δοῦναι λέγω παρεῖναι. τὸ "χρηστότητος" ὧδε "ἀγαθότητος" λαμβάνομεν· πολλάκις γὰρ καὶ τὸ χρηστὸν ὡς ἐπὶ διαβολῇ λαμβάνομεν· "φθείρουσιν ἤθη χρης τὰ ὁμιλίαι κακαί", ἀντὶ τοῦ ἐπιπόλαια, εὐήθη. καὶ αὐτὸ μὲν τὸ εὔηθες λαμβάνεται καὶ ἐπὶ ἐπαίνου, ὅταν εὖ τις ἦθος ἔχῃ, καὶ ἐπὶ ἐπιπολαίου. ὡσαύτως καὶ τὸ ἄκακον· "διὰ" γὰρ "τῆς χρηστολογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων". καὶ ἔτι· "ἄκακος πιστεύει παντὶ λόγῳ". 4 ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. ἐὰν περὶ τοῦ ἀνθρώπου τοῦ κυριακοῦ τοῦτο λέγηται, ὁ στέφανος οὗτος ὁ ἐπιτεθησόμενος τῇ κεφαλῇ αὐτοῦ ἐκ λί 11 θων τιμίων πλέκεται, ἤτοι τῶν ἀρετῶν ἢ τῶν ἐχόντων τὰς ἀρετάς. ἐν τῇ πλοκῇ τούτου τοῦ στεφάνου κεῖνται ἐκεῖνοι οἱ λίθοι οἱ ἐποικοδομούμενοι μετὰ χρυσίου καὶ ἀργυρίου ἐπὶ τὸν θεμέλιον Χριστόν. φανερὸν δὲ ὅτι οὐδὲ ὁ χρυσὸς οὐδὲ ὁ ἄργυρος οὐδὲ οἱ λίθοι κατὰ αἴσθησιν λαμβάνονται. ἐὰν δὲ καὶ περὶ ἑκάςτου βασιλέως, ὡς ὁ Ἀβραὰμ ἦν, ὡς οἱ ἄλλοι εἰσὶν ἅγιοι, λέγομεν ὅτι· ὥσπερ ὁ ἄρχων Τύρου, ὅτε εὖ διῆγεν, μετὰ τῶν Χερουβὶν ἐντέθειτο ἐν ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ, ὅτε "ἀποσφράγισμα 7 ὁμοιώσεως" ἦν καὶ "στέφανος κάλλους", οὐκ αἰσθητοῖς λίθοις ἐνδέδετο, ἐκ τῶν τοιούτων̣ λίθων στεφανοῦταί τις. φέρε, ὁ Ἰωσὴφ ἤθλησεν περὶ σωφροσύνης. ἡ σωφροσύνη λίθος τίμιός ἐστιν. αὗται αὐτὸν ἐστεφάνωσαν καὶ τὴν Σωσάνναν καὶ τοὺς μάρτυρας. καὶ ἐπεὶ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἑαυταῖς καὶ ὁ μίαν ἔχων καὶ πάσας ἔχει, ὁ πλεκόμενος στέφανος οὐκ εἷς λίθος ἐστίν. "ἐκ λίθου" οὖν "τιμίου ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον". πρόσκειται δὲ τὸ "τιμίου". τῶν πρὸς τί ἐστιν τὸ τίμιον. τοὺς ὧδε λίθους τούτους, οἷον μαργαρίτας καὶ ὑακίνθους καὶ τὰ ἄλλα, τιμίους λέγομεν, ἐπεὶ καὶ ἄλλοι εἰσὶν λίθοι πρὸς διαφορὰν ἐκείνων. ἐπεὶ τοίνυν καὶ οὗτοι οἱ μεγάλοι λίθοι τὰ εἴδη τῆς ἀρετῆς εἰσιν, ἰδοὺ τίμιοί εἰσιν οὗτοι οἱ λίθοι καὶ πάντων τῶν ἐν κόσμῳ δοκούντων εἶναι ὑπερέχουσιν. καὶ ὅτι οἱ μαθηταὶ τῶν διδασκάλων στέφανοί εἰσιν, ἐδίδαξεν ὁ Παῦλος· "χαρὰ καὶ στέφανός μου", προσφωνῶν τῇ ἐκκλησίᾳ τῇ μαθητευσάσῃ αὐτῷ. "τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος". ἡ ὕλη τοῦ στεφάνου τούτου κύριος σαβαώτ ἐστιν· "ἔσται" γὰρ "κύριος σαβαὼτ ὁ στέφανος τῆς ἐλπίδος". καὶ ἐπεὶ ἐνταῦθά τις ὢν οὔπω δύναται καὶ τελείαν ἔχειν μετουσίαν θεοῦ, ἀλλὰ τότε γενήσεται τοῦτο, ὅταν "ὁ θεὸς πάντα ἐν πᾶσιν" γένηται πῦρ τελεῖται τῷ ἐπὶ πᾶσιν, τῷ ἐσχάτῳ ὀρεκτῷ, διὰ τοῦτο στέφανον ἐλπίδος αὐτὸν εἶπεν· εἰ γὰρ τότε γνωσόμεθα αὐτόν, ὅταν ἴδωμεν αὐτὸν καθώς ἐστιν, τότε δὲ καθώς ἐστιν ἰδεῖν αὐτὸν ὁρῶμεν, ὅταν εἰς τὸ τέλος φθάσωμεν, ἐλπίδος ἐστὶν ὁ στέφανος οὗτος. τέως ἐλπίδος ἐστίν, προσδοκώμενός ἐστιν. 5 ζῳὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ. ἐλέγομεν ὅτι ὁ σωτὴρ κατὰ τὸν ἄνθρωπον–ἐὰν δὲ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.