Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
δοξάρια ἀνθρώπων μικρολόγων καὶ ἀπειραγάθων ἐστίν. δοκοῦσιν οὖν ἰατροὶ σωτηρίαν ἐπιφέροντες τοῖς ὑγιαζομένοις δόξαν αὐτοῖς περιποιεῖν–δεδόξασται μᾶλλον ὁ ὑγιαίνων παρὰ τὸν κάμνοντα–, ἀλλ' οὐ μεγάλη ἐστὶν ἡ δόξα. ὁμοίως καὶ κυβερνήτης. "ἐν τῷ σωτηρίῳ" οὖν τοῦ θεοῦ "μεγάλη δόξα" ἐστίν· τὸ γὰρ σωτήριον τοῦτο νοῦ καὶ ψυχῆς ἅπτεται. τῶν δὲ ἐν ἡμῖν πάντων ὁ νοῦς διαφέρει καὶ ἡ ψυχὴ τοῦ σώματος, κἂν ἑτέροις μὴ δοκῇ. δυνατὸν δὲ καὶ αὐτὸν τὸν σωτῆρα σωτήριον εἰπεῖν, ὡς πολλαχοῦ κεῖται· "εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν". "καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ", ἀντὶ τοῦ "πᾶς ἄνθρωπος" ἢ "πᾶσα αἰσθητικὴ ψυχή". "ἐν τῷ" οὖν "σωτηρίῳ" τούτῳ "μεγάλη ἡ δόξα" ἐστίν. εἰ καὶ δοκεῖ ἄτιμος εἶναι ὁ θάνατος ὃν ἀνεδέξατο–"ἐπικατάρατος" γάρ ἐστιν "πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου" κατὰ τὸν νόμον–, ἀλλ' ἴσχυσεν δόξαν τοσαύτην λαβεῖν ἡ δοκοῦσα ἀτιμία ἐκ τοῦ σκοποῦ τῆς σωτηρίας, ὅτι σωτηρία γέγονεν οὐ θρεμμάτων, οὐκ ἀνθρώπων ἁπλῶς, ἀλλὰ ψυχῆς καὶ νοῦ καὶ πνεύματος, ὡς γράφει Παῦλος· "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα". ἡ δοκοῦσα οὖν ἀτιμία δόξα ὑπερβάλλουσά ἐστιν. ὑπομνῆσαι θέλω νόημα. ὅτε εἰς τὸ εὐαγγέλιον ἔλεγον, εἰς τὸ χωρίον ἐκεῖνο τό· "ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει", πρὸς ἑτέροις καὶ αὕτη ἡ ἑρμηνεία ἀποδέδοται· ἐὰν τὴν ἀναλογίαν τοῦ ποιοῦντος σκοπήσῃς, καὶ τὰ μεγάλα μικρά ἐστιν· ὡς πρὸς τὸν θεὸν μικρά ἐστιν. οὐ πεποιήκασιν δὲ οἱ ἀπόστολοι αἰσθητὰ ἔργα ὑπὲρ τὰ τοῦ σωτῆρος. ὁ σωτὴρ Λάζαρον ἤγειρεν τεταρταῖον ἤδη ἐν τῷ θανάτῳ ὄντα καὶ ἐγγὺς τοῦ διαλυθῆναι καὶ ἤδη εἰς τὸ ὄζειν ἐφθακέναι. οὐδὲν τοιοῦτο πεποίηκαν οἱ ἀπόστολοι. ἀπὸ γενετῆς τυφλὸν εἰς ὄψιν ἤγαγεν Ἰησοῦς. ἐὰν δὲ σκοπήσῃς ταῦτα τὰ ἔργα τοῦ 10 σωτῆρος, μικρά ἐστιν ὡς πρὸς τὸ πεποιηκέναι τὴν λογικὴν οὐσίαν, τοὺς οὐρανούς, τὰς ψυχάς. τὰ δὲ τῶν ἀποστόλων, κἂν 16 καταδεέστερα ἦσαν τῶν τοῦ σωτῆρος, ἐπεὶ ὑπὲρ δύναμιν τὴν αὐτῶν ἐστιν, μᾶλλον μείζονα λέγονται ὧν ὁ σω̣τὴρ̣ πεποίηκεν· τούτων γὰρ μείζονα οὐκ ἠδύναντο ποιῆσαι. Ἰησοῦς δὲ καὶ πεποίηκεν καὶ ἀεὶ ποιεῖ. καὶ ὁ ἀπόστολος δέ· "τὸν" γὰρ "ἐλαττούμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου". ἠλαττώθη διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ "δόξῃ καὶ τιμῇ" ἐστέφθη. ἡ ἐλάττωσις δόξα̣ν̣ ἤγαγεν, καὶ μεγίστην γε ἤγαγεν. "λογίζομαι" δὲ "ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν". τὰ παθήματα δὲ τοῦ Χριστοῦ ἐκεῖνά ἐστιν̣ ἃ πεπόνθασιν οἱ μιμηταὶ αὐτοῦ, αὐτοῦ πρότερον παθόντος. "μεγάλη" οὖν ἡ δόξα αὐτοῦ". κἂν σταυρὸς ᾖ, κἂν θάνατος, ἐὰν τὸν σκοπὸν τῆς σωτηρίας καὶ τὸν σῴζοντα ἴδῃς, μεγάλη τίς ἐστιν. οὐ μεγάλη δέ ἐστιν ἡ τῶν ἄλλων. ἀμέλει γοῦν ἔσ̣θ' ὅτ̣ε̣ εἶχον τὴν δόξαν, ἐνίων δὲ καὶ ἀπέβη ἡ δόξα ἔτι ζώντων. οὕτω γοῦν ἤκουσα καὶ τοῦ ἐν̣ Ἰσαίᾳ λεγομένου· "καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον". "ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη". τὴν εἰρήνη̣ν σκόπει τὴν ἀνατείλασαν· μέχρι γὰρ συντελείας κρατεῖ· οὐδὲν γὰρ ἕτερον ἡ ἀνταναίρεσις τῆς σελήνης δηλοῖ ἢ τὴν συντέλειαν, ὅτε "ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει φῶς αὐτῆς". οὐκ ἐν ἑνὶ ἔθνει ἐστὶν ἡ εἰρήνη, οὐκ ἐπὶ γῆς μόνης· "εἰρηνοποίησεν" γὰρ "διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ" οὐ "τὰ ἐπὶ γῆς" μόνα, ἀλλὰ καὶ "τὰ ἐν οὐρανοῖς". 6 δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια ἐπιτίθεται ἐπ' αὐτὸν μετὰ τῆς δόξης ταύτης τῆς μεγάλης τῆς ὑπαρξάσης ἐν τῷ σωτηρίῳ αὐτοῦ. καὶ μεγαλοπρέπειά ἐστιν πράγματα καὶ σπουδάσματα ἐν οἷς ὑπάρχει τὸ πρέπον. τὰ ἔργ̣α τὰ ἐξ ἀρετῆς γινόμενα πρεπόντως γίνεται. πολλὰ δὲ οὐκ ἀνθρώποις δοκεῖ π̣ρεπόντως γίνεσθαι, οὔκ εἰσιν δὲ ἀληθῶς πρέποντα· ὡς καὶ περὶ δόξης εἴρηκα, ὅτι ἔστιν ἀξιώματα καὶ δοξάρια οὐκ ὄντα τοιαῦτα, οἷα νομίζουσιν αὐτὰ οἱ ἄνθρωποι, ἀλλ' ὑπε̣λήφθη αὐτοῖς τοιαῦτα. μεγαλοπρέπειαν οὖν λέγουσιν οἷον–τέως ἀπὸ τοῦ ῥητοῦ λάβε, τῆς ἱστορίας, τὴν ἔννοιαν· εἰσὶν ἀγωνοθέται, καὶ ἐὰν ὦσιν μικρολόγοι, ἐλαττου῀̣σ̣ιν τοὺς ἀγῶνας καὶ τὰ ἀναλώματα ἀπὸ μικρᾶς προαιρέσεως, καὶ δοκοῦσιν καὶ τὸ πρ̣έπ̣ο̣ν ποιεῖν τῷ ἀθλοθέτῃ, μικρῶς δὲ αὐτὸ ποιοῦσιν, καὶ λέγονται οὗτοι μικροπρεπεῖς· οὔκ εἰσιν γὰρ ὑπερβάλλοντες ὡς μηδενὸς ἐλάττω ἐν τῷ πρέπειν εὑρεθῆναι τῶν πρὸ αὐτῶν ἀγωνοθετῶν. αὕτη οὖν μεγαλοπρέπεια λέγεται, ὅταν ἐν
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.