Commentarii in Psalmos Unit 3 opening
Unit 3.
Lemma-led open — μακρότης ἡμερῶν
Greek
ποθοῦσιν τὴν μακροήμερον ζωὴν ταύτην, ἅτε δὴ οὐδὲν ἕτερον ἀγαθὸν ἢ τὴν τοιαύτην κατάστασιν ἡγοῦνται. ὥσπερ οὖν ἔστιν νῦν ζωὴ ἐπαινετὴ καὶ μέλλουσα, οὕτω καὶ "μακρότης ἡμερῶν" εἰς τὸν αἰῶνα τοῦτον, ἵνα τις ἔχει φωτισμὸν μέγαν ἕκαστον δόγμα τῆς ἀληθείας γιγνωσκόμενον καὶ φωτίζον. ἡμέρα ἐπαινετή ἐστιν καὶ ἑκάστη ἀρετὴ πρακτικὴ κατορθουμένη. ἐπεὶ τοίνυν, ὥσπερ τῆς γνώσεως ἐνταῦθα μερικῆς οὔσης διαδέξεται τελεία καὶ παντελὴς γνῶσις, οὕτω καὶ ἐπὶ τῆς πρακτικῆς ἀρετῆς ἑτέρως σπουδαῖοι ἔσονται οἱ ἀπεντεῦθεν κατὰ παρακτικὴν ἀρετὴν δίκαιοι ἀποδειχθέντες–πάλιν γὰρ ἔχουσιν δικαιοσύνην νῦν καὶ μέλλουσαν–, "μακρότητα ἡμερῶν" εἰς τὸν αἰῶνα τὸν ὧδε, οὐ ταύτην τὴν κοινήν, ἀλλὰ τὴν ὑπαρχθῆναι δυναμένην, περὶ ἧς λέγουσιν· "αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος"· δεικνύντες γὰρ αὐτὴν εἰρήκασιν. οὐδεὶς δὲ δείκνυσιν τὸ μέλλον, ἀλλὰ τὸ ἤδη παρὸν καὶ ἐνεστηκός. τὸ μέλλον, ὅταν ἔστιν ἐκεῖνος ὁ καιρὸς καθ' ὃν ἔρχεται, οὐκέτι μέλλον ἐστίν. πάλιν καὶ αὐτὸ ὑπὸ δεῖξιν πεσεῖται. οἵως οὖν ἐὰν λάβῃς τὸν βασιλέα κἂν τὸν ἅγιον ἄνδρα κἂν αὐτὸν τὸν ἐκ Μαρίας προεληλυθότα, οὐ περὶ ἐκείνης τῆς ζω14 ῆς ἢ μακρότητος αἰσθητῶν ἡμερῶν εὔχονται, ἀλλὰ τῶν ἤδη εἰρημένων. μακραίωνα ζωὴν λαμβάνουσιν καὶ περὶ ταύτης ἀξίωσιν ἀναπέμπουσιν. ἡ δὲ μακραίων ζωὴ οὐχ ἑνός ἐστιν αἰῶνος ζωή. καταλλήλως δὲ ἑκάστῳ αἰῶνι καὶ τὴν ζωὴν λάμβανε ὁτὲ μὲν ἀρχηγικὴν καὶ εἰσαγωγικήν, ὁτὲ δὲ μεσάζουσαν, ὁτὲ δὲ τελείαν. ἐπερ · μετὰ πάσας ταύτας τὰς λεχθείσας ἡμέρας; –ἕκαστον δόγμα φωτίζον τὴν ψυχήν, ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταλαμπόμενον, ἡμέραν εἰρήκαμεν. μετὰ ταῦτα δὲ τὰ ἐν προκοπαῖς φωτίσματα ἔστιν τις τελεία κατάστασις φωτός. ἐκείνη ἡ ἡμέρα οὐ 9 μεσολαβεῖται ὑπὸ νυκτός, οὐ πλῆθος ἡμερῶν γίνεται. δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεὶ συνάφειαν ἔχουσιν αἱ ἀρεταὶ πρὸς ἑαυτάς–ἑκάστη γὰρ φωτεινή ἐστιν–, μία μακρότης ἡμερῶν γίνεται ἐκ τῆς ἀντακολουθήσεως αὐτῶν, οὐ διακόπτεται. λέγω· ἕκαςτον θεώρημα ἐπιστημονικὸν διῄρηται ἀπὸ τῶν ἄλλων· πολλὰ γὰρ γιγνώσκει ὁ ἐπιστήμων. οἷον, ὡς ἐπὶ ἰατρικῆς εἶναι, χειρουργικὸν θεώρημα, διαιτητικόν, ἐπὶ γραμματικῆς εἶναι, τόδε. ὅταν τις τελειωθῇ, οὐκέτι διάφορα αὐτὰ ἔχει· νῦν μὲν γὰρ οἷόν τέ ἐστιν μᾶλλον ἔχειν τὸ χειρουργικόν, ἔλαττον δὲ τὸ διαιτητικόν. ὅταν δὲ τέλειον ἰατρόν μοι ὑποθῇ καὶ πάντα τὰ θεωρήματα τελείως καὶ ἀνυπερβλήτως ἔχοντα, οὐκέτι διακεχυμένα εἰσὶν οὐδὲ τῇ ὕλῃ ἔχουσιν τὴν διαφοράν. ὑποθοῦ μοι ἄνθρωπον παντελῆ ἔχοντα ὑγίειαν κατὰ τὸ σῶμα. οὐκέτι διαίτης μόνης χρῄζει, οὐ τομῆς. ἀπέβαλεν ἐκεῖνα ὧν ἕνεκα ἔχρῃζεν τούτων, καὶ λοιπὸν ὑγίειαν ἔχει οὐκέτι ποιοῦσαν ἄλλο τι. αὐτοῦ δὲ χάριν ταῦτα πάντα σπουδάζεται. σπουδάζεται δὲ πόθῳ τινὶ ἡ διακατοχὴ αὐτῆς· εἰσὶν γὰρ ὥσπερ ποιοῦντα ὑγίειαν, οὕτω καὶ φυλακτικά, οἷον γυμνάσιον ἢ τοιάδε τροφή. ἐκείνη οὖν ἡ μακραίων ἡμέρα ἀδιάκοπός ἐστιν· ὀψὲ γάρ ποτε παραγίνεται το ὅταν πληρωθῇ τό· "ἔσται σοι κύριος φῶς αἰώνιον", ὅτε οὐκέτι ἐκλείπει ὁ ἥλιος "οὐδὲ ἡ ἀνατολὴ τῆς σελήνης φωτίζει τὴν νύκταν". οὐ περὶ τῶν αἰσθητῶν δὲ φωστήρων ταῦτα λέγεται· "εὐθέως" γὰρ "μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει φῶς αὐτῆς". ταῦτα δὲ τὰ φῶτα τὰ τοῖς ὧδε φίλα οὐκέτι δώσουσιν· ἔσται γὰρ ὁ ἥλιος ἑπταπλασίων καὶ ἡ σελήνη ὡς ὁ ἥλιος. καθόλου περὶ τῶν οὐρανῶν εἴρηται ὅτι "ἀλλαγήσονται". ὅταν δὲ οὐρανοὺς ἀλλαττομένους λέγῃ, 15 καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας καὶ φωστῆρας λέγει, ὥσπερ, ἐὰν ἐπὶ γῆς λέγωμεν· "ἡ γῆ πᾶσα προσκυνεῖ", τοὺς οἰκοῦντας ἐν τῇ γῇ λέγομεν. "ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ". 6 μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου. ἐὰν κυρίως τὴν δόξαν λαμβάνωμεν, οὐ τὴν τυχοῦσαν κατάστασιν ἡδίστην δόξαν λέγομεν. οἷον δόξαν οὐ λέγομεν ἀρχὴν ἀνθρω̣πίνην, οὐκ ἀξίωμα· ὅλα γὰρ ταῦτα τὰ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.