Commentarii in Psalmos Unit 5 opening
Unit 5.
Lemma-led open — προάγοντα εἰς κρίσιν
Greek
σημαίνει. εἶπον πολλάκις εἰς τοῦτο ὅτι ἐλαττοῦται ἡ κόλασις. φέρε εἰπεῖν, ἀδικείτωσαν πλείονες· ἐκ τούτων δέ τινες μὴ ἀδικείτωσαν, ἀλλὰ ἐλεάτωσαν. ἐλαττοῦται αὐτοῦ ἡ τιμωρία καὶ οὐκ ἀργῶς πέπρακται αὐτῷ ταῦτα. ὅταν τις προηγουμένως ἁμαρτήσῃ, ἔχει τὰ ἔργα "προάγοντα εἰς κρίσιν". προτρέχουσιν αὐτοῦ, χειραγωγοῦσιν αὐτὸν ἐπὶ τὴν κρίσιν. ἄλλοις δὲ ἐπακολουθοῦσιν τὰ ἁμαρτήματα. ὅταν τις πράττων καλὰ ποιῇ καὶ ὀλίγα ἁμαρτήματα, ἐπακολουθεῖ ταῦτα. "ὡσαύτως", φησίν, "καὶ τὰ καλὰ ἔργα". ὡς εἶπον περὶ τῶν ἁμαρτημάτων, καὶ περὶ τῶν καλῶν ἔργων ἐρῶ. ὅμως οὐδεὶς πράξας καλὸν ἀνω φελὴς μένει. ἐξ αὐτοῦ μειουμένην ἔχει τὴν κόλασιν. ὁ δὲ "ἁμαρτίαν μὴ γνοὺς μηδὲ ποιήσας αὐτὴν" καὶ τοὺς λόγους τῶν παραπτωμάτων πόρρω ἔχει ἀπὸ τῆς ἑαυτοῦ σωτηρίας, καθαρὰν ἔχει τὴν σωτηρίαν, οὐδὲ ἁμάρτημα ἢ παράπτωμα παραμέμεικται αὐτῇ, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο, λόγος παραπτώματος. 3 ὁ θεός μου, κεκράξομαι ἡμέρας πρός σε, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. ἡ κατάστασις τοῦ βίου τῶν ἀνθρώπων διάφορός ἐστιν. ἔχει καὶ ἐπωφελῆ τινα, ἔχει δὲ καὶ σκυθρωπά. καὶ ἐν αὐτοῖς τούτοις τοῖς ἀνθρωπίνοις εἰσὶν ἡδέα, καὶ καλεῖται ταῦτα "ἡμέρα", καὶ σκυθρωπά, ἃ ὀνομάζεται "νύξ". τοῦτο οὖν λέγει· καὶ ἐν τοῖς ἡδέσιν καὶ λαμπροῖς πρός σε κράζω, καὶ εἰσακούεις, καὶ ἐν νυκτὶ τοῦτο ποιῶ, καὶ οὐκ εἰς ἄνοιαν ἐμοὶ γίνεται· ἐπινεύσαντος γάρ σου καὶ τῶν σκυθρωπῶν μηκέτι ἀσαφῶν ὄντων, γέγονέν μοι φανερόν. εἰσακούει ἡμέρας ἡμῶν βοώντων· καὶ νυκτὸς δέ, τουτέστιν 27 ἐν τῇ σκυθρωπῇ καταστάσει ὄντες, ἔχομεν αὐτὸν βοηθοῦντα καὶ τῷ πράγματι ἐλάβομεν γνῶσιν ὅτι βοηθεῖ· τοῦτο γάρ ἐστιν τό· "καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί". κἂν ἄλλοις ἦν ὅτι οὗτος, εἰ ἦν "ὁ ἄνθρωπος παρὰ θεοῦ" οὗτος, ἐνκατελείπετο, αὐτῷ οὐκ εἰς ἄνοιαν ἦν τοῦτο· ἑκουσίως γὰρ εἰς τοῦτο ἐλήλυθεν· "πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σζμύρνης"· σζμύρνη γὰρ αὐτοῦ τὸ σῶμα. πρὸς τὸ ὄρος πεπόρευται, ὅτι ὑπὲρ πάντων τῶν σζμυρνισθέντων ἀνεδέξατο τὸν θάνατον. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ ἐξ ἄλλου ψαλμοῦ μάθωμεν, ὅτι τὰ σκυθρωπὰ ἄγνοιά ἐστιν καὶ νύξ· "ἡμέρας", φησίν, "ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει". ὅτε φανερῶς καὶ προχείρως ἐλεουμένους ἀνθρώπους ὁρῶμεν, ἡμέρας ἐνετείλατο ὁ θεὸς τὸ ἔλεος αὐτοῦ. "καὶ νυκτὸς" δὲ "δηλώσει"· ἐὰν γὰρ εἰδῇς ὅτι καὶ κολάσει παραδίδωσιν θεός, ἵνα δηλώσῃ τὸ ἔλεος ἑαυτοῦ –οὐδὲ γὰρ ὠμῶς παραδίδωσιν κολάσεσιν τοὺς ἀνθρώπους–, ἐν ταύτῃ τῇ νυκτί, τῇ σκυθρωπῇ καταστάσει, δηλωθήσεται τὸ ἔλεος τοῦ θεοῦ. καὶ ἡμέρας δὲ ἐντέλλεται τὸν ἔλεον, ὅταν φανερὰ ᾖν ἡ ἐλεημοσύνη αὐτοῦ, 18 καὶ νυκτός· δύναται διὰ τὸ σκυθρωπὸν τῆς καταστάσεως τῶν κολαζομένων. πλὴν εἰ κἀκεῖνοι ἀφελπίζουσιν, ἀλλ' αὐτὸς δηλώσει καὶ ἐν τῇ νυκτὶ τὸν ἔλεον αὐτοῦ. "καὶ οὐκ εἰς ἄνοιαν ἐμοί"· οὐκ ἀγνοῶ κράζων νυκτός, οὐκ ἀγνοῶ ὅτι ἐπακούεις. 4 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. θεώρει τί λέγει· σὺ ὁ ἐν ἁγίοις κατοικῶν καὶ ἔπαινος ὢν πάντων τῶν καθαρὰν καρδίαν ἐχόντων καὶ ὁρώντων σε –οἱ τοιοῦτοι γάρ εἰσιν ὁ Ἰσραήλ–οὐκ ἐνκατέλειψάς με· εἰ γὰρ ἐν ἁγίοις κατοικεῖς, πάσχουσιν δέ τι οἱ ἅγιοι, οὐκ ἐνκατελείφθησαν ἐκεῖνοι· πῶς γὰρ ἐν αὐτοῖς ἦς ἄν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἔπαινος τοῦ Ἰσραήλ; δυνατὸν δὲ καὶ τὸ "σὺ δὲ ἐν ἁγίοις κατοικεῖς" οὕτως· εἰ καὶ οἰκτρῷ θανάτῳ περιέβαλόν μέ τινες καὶ δοκεῖς κατὰ τοῦτο ἀπεσχοινίσθαι μου, ἀλλ' ἐν τοῖς ἁγίοις, ἐν τοἷς διδάσκω, ἐν οἷς φρονῶ, κατοικεῖς. εἰ δὲ ἐν τούτοις πάρει, οὐκ ἐνκατελείφθην. δύναται δὲ καθόλου τὰ ἅγια ληφθῆναι καὶ ἐπὶ τῶν μακαρίων λογικῶν καὶ ἐπὶ τῶν ἁγίων ἀνδρῶν καὶ ἐπ' αὐτῶν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν. πανταχοῦ δὲ παρὼν θεὸς ἐν τοῖς τοιούτοις εὑρίσκεται, καὶ πάντα τὰ τοιαῦτα ναὸς αὐτοῦ εἰσιν, πολύτροπος ναός. ἔπαινος εἶ οὖν ἐν Ἰσραήλ· ὁ γὰρ ἀληθῶς
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.