Commentarii in Psalmos · §u05-rem-early

Unit 5 rem early

Rem early: Unit 5; lemma and argument toward the thesis.

Greek

διορατικὸς καὶ "νοῦν Χριστοῦ ἔχων", ἐν ᾧ ὁρᾷ τὸν θεόν, οὐ θλίβεται. σὺ δὲ εἶ "ὁ ἔπαινος τοῦ Ἰσραήλ"· "ἐν σοὶ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν". 5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. οἱ πατέρες ἡμῶν ἐπὶ σοὶ ἐλπίσαντες εἰσηκούσθησαν "καὶ οὐ κατῃσχύνθησαν"· ἀεὶ γὰρ τὰς εὐχὰς αὐτῶν δεχόμενος εἰς εὐμένειαν αὐτοὺς ἔφερες, κἂν θλίψεσιν ἐναπέθανον· τὸ γὰρ ἐπακοῦσαί σε αὐτῶν βοώντων οὐ τοῦτό ἐστιν τὸ ἐκτὸς 28 θλιβηρῶν αὐτοὺς ποιῆσαι, ἀλλὰ τὸ ἐκτὸς τῆς βλάβης τῆς ἐπιφερομένης ὑπὸ τῶν θλιβηρῶν· οὕτω γὰρ ἑρμηνεύθη καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". κἂν δοκῶσιν οὖν μὴ ἐπακούεσθαι οἱ ἅγιοι εὐχόμενοι, τότε μᾶλλον ἐπακούονται, ὅτι ἐνμένοντες τοῖς θλιβηροῖς ἀθληταὶ ἀποδείκνυνται. ἐπεὶ ποῖον κατόρθωμα, ἐὰν εὐχόμενος ἀποστῇ ἀπὸ τῶν θλιβηρῶν; ἐπερ· ἐκ προσώπου τοῦ σωτῆρος τὸ "οἱ πατέρες ἡμῶν"; –οἶδας ὅτι ἐν πολλοῖς ἀριθμεῖ ἑαυτὸν κατὰ τὸν ἄνθρωπον. 5–6 ἤλπισαν, καὶ ἐρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν. οὐ τῷ μηδὲν σκυθρωπὸν ἐπάγειν, ἀλλὰ τῷ ταῖς θλίψεσιν νικᾶν. "πρὸς σὲ ἐκέκραξαν". βοήσαντες ἐσώθησαν. τὴν βοὴν δὲ τὴν ἐπιτεταμένην εὐχὴν λαμβάνομεν· οὐδὲ γὰρ ἐν γεγωνῷ φωνῇ κράζομεν· ἡ νόησις γὰρ λόγος ἐστὶν ψυχῆς, φωνή ἐστιν τοῦ ἔσω ἀνθρώπου. 6– 7 ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ καταισχύνθησαν. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. οἱ πατέρες κράξαντες πρὸς σὲ οὐ καταισχύνθησαν· τετυχήκασιν γὰρ ὧν προσεδόκουν, ὧν ἤλπιζον. ὧδε ἀτυφίαν διδάσκει· "ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπός εἰμι". οὐκ ἀρνεῖται ἑαυτὸν τὸ ἄνθρωπον εἶναι, ἀλλὰ τὸ ἄνθρωπον τοιόνδε εἶναι, ἐπεὶ οὐδὲ σκώληκα ἑαυτὸν αἰσθητῶς λέγει. οὔκ εἰμι οὖν ὁ ἄνθρωπος ἐκεῖνος, περὶ οὗ λέγεται· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; ἀλλ' ἐγὼ ἔχομαι τῆς αὐτῆς πρὸς αὐτοὺς διαθέσεως, ὑπὲρ αὐτῶν πάντα ἀναντλῶ. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· ἐπεὶ οὐκ ἐκ καταβολῆς σπερμάτων ἀνδρὸς γέγονεν αὐτῷ τὸ σῶμα, ἀλλ' ἐκ μόνης τῆς ὕλης τῆς ἐκ τῆς κυούσης λαμβανομένης, κατὰ τοῦτο σκώληκα αὐτὸν λέγει· ὁ γὰρ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ' ἐξ ἁπλῆς ὕλης. καὶ ὧδε ἀπὸ τῆς ἁπλῆς ὕλης τῆς ὑποκειμένης τῇ θηλείᾳ συνανέστη αὐτῷ τὸ σῶμα. "ἐν αὐτῇ" γοῦν "γεγέννηται" καὶ "ἐξ αὐτῆς γεγέννηται". τὰ δὲ ἄλλα σώματα "διὰ γυναικῶν" λέγεται τὴν πλάσιν δέχεσθαι. ἐπεὶ οὖν αὕτη οὐκ ἐκ σπέρματος ἀνδρὸς ἔσχεν τὴν γονήν, οὐ δι' αὐτῆς γέγονεν, ἀλλ' ἐξ αὐτῆς. 7 ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. ὄνειδος δέ εἰμι οὐχ ἁπλῶς τῶν ἀνθρώπων, ἀλλὰ τῶν "ἀνθρώπων". 8 πάντες οἳ θεωροῦντές με ἐξεμυκτήρισάν με. τινὲς τὸ καθόλου πολλάκις ψευδοποιεῖν βούλονται· τέμνεται γάρ ποτε τὸ καθόλου καὶ ἄλλως γίνεται καθόλου. ἐὰν λέγω· "πάντες οἱ ἄνθρωποι θνητοί εἰσιν", καθόλου τοῦτο λέγω. ἐὰν δὲ λέγω ὅτι· "πάντες οἱ γραμματικοί", 19 ἀνθρώπους τινὰς λέγω, καὶ τὸ καθόλου ἐκ τοῦ γραμματικοῦ γέγονεν, οὐκ ἐκ τοῦ ἀνθρώπου. "πάντες οἱ σπουδαῖοι δίκαιοι". οὐ τοῦτο λέγω ὅτι "πάντες οἱ ἄνθρωποι". οὕτω καὶ ἐνταῦθα· οὐ πάντες οἱ θεωροῦντες αὐτὸν ἐξεμυκτήρισαν αὐτόν–οἱ ἀπόστολοι γοῦν θεωροῦντες οὐκ ἐξεμυκτήρισαν–, ἀλλὰ πάντες οἱ οὕτω με θεωροῦντες ὡς ἐξουθένημα λαοῦ, ὡς ὄνειδος· οἱ γὰρ ἄλλοι οὐχ οὕτως αὐτὸν ἐθεώρουν. 8 ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. 29 εἰ λελαλήκεισαν ἀπὸ καρδίας, οὐκ ἂν ἐκίνουν τὴν κεφαλήν. ἐν χείλεσιν πολλοῖς ἐλάλησαν. καὶ οὐ θαυμαστόν, εἰ περὶ τοῦ πεπονθότος καὶ ὁρωμένου κρεμαμένου ταῦτα εἰρήκασιν. καὶ αὐτὸς ὁ θεὸς αἰτιᾶται αὐτοὺς λέγων· "ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ". πάντες οὖν οἱ ἐπιχαιρέκακοι ὅτε ἁγίοις καὶ δικαίοις ἐπιχαίρουσιν, χείλεσιν μόνοις λαλοῦσιν. καὶ οἱ ἐπὶ τοῦ σωτῆρος γοῦν μεγαλορημονοῦντες τοῦτο ἐποίουν· "οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν". ἐπερ · τὸ κινεῖν κεφαλήν; –ἴσως μὲν καὶ ἐπὶ τῆς ἱστορίας· ἐπικερτομοῦντες ἐποίουν τοῦτο. πολλαχοῦ δὲ σημαίνει ἡ κεφαλὴ τὸν νοῦν. ὅταν τις τοίνυν οὕτως ἐν χείλεσιν κατὰ τοῦ σωτῆρος λέγῃ μὴ θεωρήσας αὐτὸν ὡς δεῖ, σαλευόμενον ἔχει τὸν νοῦν, κλονούμενον ἔχει τὸν νοῦν. ὅτι δὲ σημαίνει τὸν νοῦν ἡ κεφαλή· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλάς", καὶ οὐ δήπου ἡ κεφαλὴ αὕτη ἔσχεν τι. "καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· λέγεις· οὐχ ἥμαρτον· ἰδοὺ γὰρ ἐγὼ κρίνομαι πρὸς σέ". καὶ τούτου τοῦ ζῆν ἐξελευσόμενος ἕξεις τὰς πράξεις σου ἐπὶ τῆς κεφαλῆς σου. καὶ ἔτι· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ἀλλὰ καὶ ἐπαινετῶς· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". καὶ ὁ ἐκ μὴ σοφοῦ σοφὸς γεγενημένος οὐκ ἔχει μεταφερομένους

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.