Unit 5 rem close
Rem CLOSEOUT: Unit 5 CLOSEOUT.
Greek
διδάσκεσθαι ὑμᾶς, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς". ὁρᾷς, ὅτι τὰ μέσα παρεσιώπησεν, τὰ δὲ ἄκρα ἔλαβεν. πολλάκις οὖν λέγεται τὰ τοιαῦτα παρασιωπωμένων τῶν μέσων. 11 ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. ὡς ἐκ κοιλίας μητρὸς κατὰ τὴν κατὰ τὴν προτέραν ἀπόδοσιν ἐκ κοιλίας μητρὸς ὡδήγει Ἰὼβ ὀρφανούς· τουτέστιν ἐκ κοιλίας μητρός, τουτέστιν ἀφ' οὗ ἠρξάμην γνῶσιν ἔχειν, οὐκ ἄλλῳ θεῷ ἐλάτρευσα, οὐ τῇ κοιλία μου, οὐ τῷ μαμωνᾷ. ἐὰν δὲ τὸ ἄλλο, ὅτι οὕτω κατῆλθον θεὸν ἔχων τὸν θεόν. οὐ περὶ πάντων δὲ τοῦτο λέγομεν, ἀλλὰ περὶ τῶν βεβοημένων ἐν τῇ γραφῇ ὅτι οὐδέποτε σχεδὸν ἐν ἁμαρτίᾳ γεγένηνται, οἷον Ἰωάννου, Ἰηρεμίου. "ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός". εἶπον τὸ ἐκσπάσαι καὶ κατὰ προτέραν πιθανὴν διάνοιαν ὅτι· ἐπεὶ οὐκ ἦν διέξοδον ἔχον τὸ μέλος τῆς Μαρίας, ἐν ᾧ τίκτει, θεοῦ συνεργείᾳ τέτοκεν. "ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου". οὐ μετὰ τὴν τελείωσιν ἠρξάμην ἐλπίζειν, ἀλλὰ ἀπὸ τῶν μαστῶν τῆς μητρός μου σὲ ἐλπίδα ἔσχον. ἐὰν περὶ τοῦ ἁγίου ἐκλαμβάνηται, λέγομεν ὅτι· μήτηρ τῶν ἁγίων ἐστὶν ἡ ἄνω Ἰερουσαλήμ. ἀπὸ τῶν μαστῶν ταύτης ἐλπίδα λαμβάνουσιν οἱ ἐλπίζοντες, ἀπὸ τῶν μαθητευσαμένων αὐτούς· πολλάκις γὰρ ὁ μαστὸς οὐ τὸ μέλος σημαίνει, ἀλλ' αὐτὸ τὸ γάλα. "ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ". ἐπὶ σὲ ἐπερίφην· οὐ πρὸς ἄλλον ἐπερίφην, εἶτα μετ' ἐκεῖνον ἐπὶ σέ. ἀποδέδοται τοῦτο, ὅτι ἀφ' οὗ ἠρξάμην εἰδέναι θεοσέβειαν, σὲ ἔσεψα, σοὶ ἐλάτρευσα. κατὰ δὲ τὸν βαθύτερον λόγον, ὅτι οὕτως ἦλθον μετὰ τοῦ θεὸν σὲ ἔχειν ὡς ὁ Ἰωάννης. τὸ "ἔτι πλησθήσεται"· οὐ λέγεται γὰρ τὸ "ἔτι" περὶ τοῦ μηδ' ὅλως 21 ἐσχηκότος. 12 μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς. περὶ τοῦ πάθους λέγει. χρῄζω δὲ τῆς παραστάσεώς σου. ὅταν δὲ ταῦτα λέγηται ἐκ προσώπου τοῦ ἐνανθρωπήσαντος, οὐχ ἱδίως πρὸς τὸν πατέρα λέγεται οὐδὲ πρὸς τὸν υἱόν, ἀλλὰ πρὸς τὸν θεόν–μία δὲ θεότης πατρὸς καὶ υἱοῦ–ε̣ἴπομεν. ἐὰν οὖν λέγωμεν ὅτι· "κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ τοῦ Χριστοῦ"–οὐκ εἶπεν "ὁ πατήρ", ἀλλ' "ὁ θεός"· ὡς ἀρχιερέα γὰρ λαμβάνει νῦν καὶ ὡς βασιλέα τὸν Χριστόν. κεφαλὴ οὖν ἡ θεότης ἐστίν· εἰ γὰρ εἰρ̣ήκει "ὁ πατήρ", παρῄρει τὸν υἱόν, εἰ εἰρήκει "ὁ υἱός", παρεσιώπα τὸν πατέρα· "θεὸν" γὰρ εἰρηκώς, ἐπεὶ μία θεότης πατρὸς καὶ υἱοῦ, καὶ θεὸς εἷς· θεὸς μὲν 32 εἷς, πατὴρ δὲ καὶ υἱὸς οὐχ εἷς. ὁ Ἀβραὰμ καὶ ὁ Ἰσὰχ ἄνθρωπος εἷς· ἀλλ' ὁ μὲν πατήρ, ὁ δὲ υἱός. ὅθεν οὐχ εἷς κατὰ τὴν σχέσιν, κατὰ δὲ τὴν οὐσίαν εἷς. 12 ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ἄλλος οὐ δύναται βοηθῆσαι. δύναται καὶ οὕτως· "ὅτι οὐκ ἔστιν"· οὐκ ἔριψα τὴν μέριμναν ἐπὶ βοηθὸν ἄλλον. δύναται δὲ καὶ τό· "ὅτι οὐκ ἔστιν μοι βοηθῶν"· ἐπεὶ πάντες κατ' ἐμοῦ εἰσιν, οὐκ ἔστιν νῦν, ὅσον ἧκεν εἰς ἀνθρώπινον λογισμόν, ὁ βοηθῶν. διὰ τοῦτο σὺ μὴ ἀποστῇς μου. δυνατὸν δὲ καὶ οὕτω· οὐδὲ ἄγγελος βοηθῆσαι τῷ τηλικούτῳ οἷός τέ ἐστιν. οὐ τολμᾷ βοηθῆσαι διὰ τὸ σὲ τὸν πάντων μείζονα, τουτέστιν τὴν θεότητα, αὐτῷ παρεῖναι, ἄλλου οὐχ οἵου τε ὄντος βοηθῆσαι εἰς τοῦτο τὸ πρᾶγμα. 13 περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. λοιπὸν τάγματα τὰ διάφορα τῶν Ἰουδαίων λέγει, Φαρισαίων, Σαδδουκαίων, τῶν ἄλλων λεγομένων Ἰουδαίων Γραμματέων· οὗτοι γὰρ τῷ μέγα φρονεῖν τούτοις τοῖς ζῴοις παραβάλλονται, μάλιστα ὅτι καὶ γεωπόνα εἰσὶν τὰ ζῷα. δυνατὸν δὲ καὶ μόσχους μὲν αὐτοὺς εἰρῆσθαι, ταύρους δὲ πίονας τοὺς ἐνεργοῦντας αὐτούς, οἷον· "λαοὶ ἐμελέτησαν κενά"· οὗτοι οἱ μόσχοι. "παρέστησαν οἱ βασιλεῖς τῆς γῆς". οὐ πάντως δὲ αἰσθητοὺς λαμβάνομεν βασιλέας καὶ ἄρχοντας· εἷς γὰρ βασιλεὺς καὶ αὐτὸς μικροφυὴς καὶ οὐκέτι βασιλείαν ἔχων· διειλήφει γὰρ λοιπὸν ἡ Ῥωμαίων ἀρχή. Παῦλος δὲ ἑρμήνευσεν, τίνες εἰσὶν οἱ ἄρχοντες· οἱ αἴτιοι γενάμενοι τοῦ σταυρωθῆναι τὸν κύριον, ὧν σοφίας πολλὰς εἶναι λέγει. καὶ λέγει· "εἰ ἦσαν ἐγνωκότες, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν". εἰ ᾔδεσαν, ὅτι ἐπὶ καταλύσει τῇ ἑαυτῶν τοῦτο ποιοῦσιν, οὐκ ἂν ἐτόλμησαν τοῦτο ποιῆσαι. ὡς τὸ μικρῷ πρότερον προφητικὸν ἐλέγομεν τό· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης". κἀκεῖνοι ἁψάμενοι τοῦ σωτῆρος ἑαυτοὺς κατέλυσαν· καὶ ὡρμήθησαν ἐπὶ τὸ θανατῶσαι αὐτὸν τῷ οἴεσθαι ὅτι καταπαύσουσιν αὐτοῦ τὴν πολιτείαν. τοὐναντίον δὲ αὐτοῖς ἀπέβη· αὐτοὶ κατελύθησαν. ταῦροι πίονες περιέσχον με 14 ἤνοιξαν ἐπ' ἐμὲ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.