Commentarii in Psalmos · §u06-open

Commentarii in Psalmos Unit 6 opening

Unit 6.

Lemma-led open — ὡς ὠρυόμενος

Greek

τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ἐτάχθησαν ἐπὶ τῷ μόσχοι εἶναι. μετέβαλον δὲ εἰς θηριωδίαν ὡς ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ἀνοῖξαι κατὰ τὸν ὠρυόμενον λέοντα· τότε γὰρ̣ μάλιστα βλάπτει μεγάλως, ὅτε ὠρύεται. τὴν ἀγριότητα οὖν αὐτῶν καὶ τὸν κατὰ τοῦ σωτῆρος ἐπίχαρμον σημαίνει, ὅτι "ὡς ὠρυόμενος", λέγει, "λέων ἤνοιξαν τὸ στόμα αὐτῶν", οὐκέτι ἡσυχάζων, οὐκέτι προςποιούμενος ἥσυχος εἶναι. οὗτοι οὖν οἱ δοκοῦντες ἥσυχοι εἶναι τῷ μελετᾶν νόμον θεοῦ μόσχοι ἦσαν γεωπόνοι. ὅτε δὲ ἠθέλησαν κατ' ἐμοῦ ἀνοῖξαι τὸ στόμα καὶ εἰπ̣εῖν· "αἶρε, αἶρε, σταύροι αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα", κατὰ τὸν λέοντα τὸν οὐ κορεσθέντα τοῦτο πεποίηκαν. 33 ἐπερ · οὐδέπω ἦν τὸ πάθος; –προφητικῶς λέγεται ὅλα ταῦτα. τὰ ἐνδεχόμενα πρὶν ὑπαρχθῇ, πρὶν κατ' ἐνέργειαν γένηται, ἐνδεχομένως ἔχει καὶ γενέσθαι καὶ μή. καὶ οὐκ ἔχει τις διαβεβαιώσασθαι πότερον γενήσεται ἢ οὐ γενήσεται· εἰς ἀμφότερα γὰρ ἴσην ἔχει τὴν ῥοπήν. ὅταν δὲ πρόγνωσίν τις ἔχων ἢ αὐτὸς ὁ θεὸς προκαταλάβοι ὅτι τῶν ἐνδεχομέ νων τόδε ἔσται, ὡς ἐφ' ἡμῶν γίνεται, ὅταν ἤδη ὑπαρχθῇ· ἐπὶ τῶν ὄντων γὰρ καὶ γεγονότων ἤδη ἔχομεν εἰπεῖν ποῖον ἀληθὲς καὶ ποῖον ψευδές, πότερον γέγονεν ἢ οὐ γέγονεν. ἐπὶ δὲ τῶν μελλόντων οὐκ 22 ἔχομεν τοῦτο ἢ μόνον εἰπεῖν ὅτι τὸ ἕτερον ἔσται, οὐ μὴν τόδε. ἐπεὶ τοίνυν καὶ ἐνταῦθα θεῖος ὀφθαλμὸς προκατείληφεν τὰ μέλλοντα, οὐκέτι ὡς ἐνδεχόμενα αὐτῷ ἐστιν. διὰ τοῦτο λέγει· "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". εἰ ἄλλος ἔλεγεν, τοῦτο οὐκ εἶπεν, ἀλλὰ τὸ "ὀρυχθήσονται" ἢ "οὐκ ὀρυχθήσονται". 15 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. τὸν σκορπισμὸν ἐνταῦθα λέγει τοῦ σώματος, αὐτῶν τῶν μαθητῶν, ὅτε ἐσκανδαλίσθησαν πάντες καὶ πεπλήρωται τό· "πάντες ὑμεῖς σκανδαλισθήσεσθε". καὶ ἐλεύσεται ὥρα ὅτε πάντες φεύξεσθε, εἰς τὰ ἴδια ἀπελεύσεσθε καὶ ἐμὲ μόνον καταλείψετε. ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐκχυννόμενον ἀεὶ τρέχει καὶ οὐχ ἵσταται, οὕτω καὶ ὧδε "ὡσεὶ ὕδωρ ἐξεχύθησαν". οὐκ εἶπεν "ἐκχύννονται"· οὐδὲ γὰρ ἀεὶ μένουσιν οὕτω. ἃ λέγει περὶ ἑαυτοῦ, περὶ τοῦ σώματος λέγει ἑαυτοῦ τοῦ κατὰ τὸ ἄθροισμα τῶν πιστῶν τῆς ἐκκλησίας. "τὰ ὀστᾶ μου"· οἱ εὔτονοι τοῦ σώματός μου· τῶν γὰρ πιστευόντων εὐτονώτεροι ἦσαν οἱ ἀπόστολοι. καὶ οὗτοι διεσκορπίσθησαν. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου ἐπερ · τὰ ὀστᾶ διεσκορπίσθησαν αὐτοῦ; –ὅτε ἐσκανδαλίσθησαν οἱ μαθηταί. τοῦτο τὸ ἐκχυθὲν ὕδωρ εἰ μή που κώλυμα γένηται, ἀεὶ φέρεται. καὶ οἱ μαθηταὶ οὖν διεσκορπίσθησαν, ὡς ὕδωρ ἦσαν ἐκχυθέντες. ὅτε περὶ αὐτὸν ἦσαν, συνεστραμμένον ἦσαν ὕδωρ ποταμῷ ἐοικός, πηγὴ τυγχάνον. ἐπειδὴ δὲ ἔξω αὐτοῦ γέγοναν πρὸς ὥραν, ὡς τὸ ὕδωρ τὸ ἐκχυθέν ἐστιν. στήσεται δέ ποτε τὸ ὕδωρ· οὐ γὰρ ἀεὶ φέρεται. οὕτω καὶ ἡ ταραχὴ καὶ τὸ σκάνδαλον τῶν μαθητῶν εὐθέως πεπαύσεται, ὅπερ καὶ γέγονεν. 15 ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. καρδία τοῦ σώματος τούτου τοῦ συνισταμένου ἐκ τοῦ ἀθροίσματος τῶν πεπιστευκότων οἱ νοηματικοί εἰσιν. καὶ οὗτοι οὖν ὡς κηρὸς τηκόμενος γέγοναν, ὅσοι καρδία αὐτοῦ τυγχάνουσιν. πλὴν εἰ καὶ ἐτάκη ὁ κηρός, οὐκ ἔξω τῆς κοιλίας αὐτοῦ γέγονεν· περὶ τὴν κοιλίαν γὰρ αὐτοῦ τυγχάνουσιν, ἵνα τεχθῶσιν πάλιν. μετὰ τὴν ταραχὴν γοῦν τὴν ὑπάρξασαν πάλιν ἀπεδείχθησαν υἱοὶ τοῦ σωτῆρος. ἐπερ · ποταπὴν ταραχήν; –τὴν προπάθειαν ἐκταθεῖσαν πρὸς ὀλίγον, οὐχ ὥστε παραμεῖναι. ἡ δὲ τῆξις τοῦ κηροῦ οὐκ ἀεὶ γίνεται, ἀλλ' ὅταν τακῇ, μεταβάλλει εἴς τι σκεῦος ἢ χρήσιμον ἄλλο, καὶ πάλιν συνστρέφεται οὐ πόρρω τῆς κοιλίας οὐ τοῦ γεννήσαντος 34 γινομένη ἡ καρδία αὕτη. ἐπερ· ἵνα τὴν κοιλίαν τί; –αὐτὴν τὴν τοῦ σωτῆρος δύναμιν καθ' ἣν μορφοῖ καὶ τεκνοῖ. εἰ πάλιν τοὺς γεννητικοὺς τοῦ σώματος, Παῦλος τοῦ σώματος ὢν ἐγέννα λέγων· "διὰ τοῦ εὐαγγελίου ἐγέννησα ὑμᾶς". καί· "οὓς

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.