Commentarii in Psalmos · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; reading with the letter.

Greek

ἡ σιωπὴ δὲ αὕτη οὐ παρὰ τὸν σιωπῶντα γίνεται, ἀλλὰ παρὰ τοὺς μὴ τυγχάνοντας ἀκροατάς. λέγει γοῦν ἐν ἑνὶ τῶν προφητῶν ἐν τῷ Ἀμώς· "πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". ἐὰν φεύγωσιν, ἐπιρίπτω σιωπήν, ὅπως μὴ δόξω προφέρειν τὴν διδασκαλίαν. καὶ τοῦτο δὲ ἓν τῶν βοηθημάτων ἐστίν. αὐτίκα γοῦν ἐν Ἰσαίᾳ ἐντέλλεται ταῖς νεφέλαις μὴ ῥεῖν ὑετὸν ὅταν ὁ ἀμπελὼν ἀντὶ σταφυλῆς ἀκάνθας φέρῃ, ὅταν μείναντος τοῦ ποτίζο̣ντος ἵνα ποιήσῃ δικαιοσύνην, ποιήσῃ ἀνομίαν. ἡ σταφυλή ἐστιν ἡ δικαιοσύνη, ἡ ἀνομία ἡ ἄκανθα. καὶ ἐπειδὴ ποτιζόμενος οὐ τοὺς καταλλήλους ἠγίοχεν καρπούς, ἀλλὰ μερίμνας, βιωτικὰς ἡδονάς, οὐκέτι λαλεῖ· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ οἱ φαῦλοι τὸν τρόπον ἐκ τῶν λόγων τῶν περὶ ἀρετῆς ἐπιτρίβονται, καταφρονεῖν αὐτῶν μανθάνουσιν. ποτὲ 36 γοῦν ἀνέχει τὸν ὑετόν. ὁ 24 ὑετὸς δὲ καὶ ἡ φωνὴ ἐνταῦθα ταὐτὸν σημαίνει· τὴν διδασκαλίαν γὰρ τὴν θείαν δηλοῖ. ὥσπερ οὖν οὐκέτι ὕει ὅταν μὴ καλοὶ καρποὶ φέρωνται, οὕτως οὐκέτι λαλεῖ οὐδὲ ὁμιλεῖ ὅταν οἱ ἀκούοντες περὶ ἄλλα ἔχωσιν. καὶ τοῦτο δὲ ἀνθρώποις λαλεῖ. κατὰ τὴν ἐπίνοιαν γοῦν τοῦ διδασκάλου λέγονται μαθηταὶ οἱ ἀκροαταί, ὅταν δὲ ποιμὴν αὐτός, αὐτοὶ πρόβατα. ἐπειδὴ δὲ οὔτε πρόβατα ἔτι εἰσὶν οὐδὲ ἄνθρωποι, ἀλλὰ σκορπίοι γέγοναν κατὰ τὸ λεχθέν· "υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς". "πολὺς" οὖν "ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". διαφόρως δὲ ἀναγιγνώσκεται· ἀμφίβολος γάρ ἐστιν ἡ λέξις. δυνατὸν οὕτω λαβεῖν· "πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ· ἐπιρίψω σιωπήν"· ἐν παντὶ βαθμῷ· ὧδε γὰρ τὸν βαθμὸν ὁ τόπος σημαίνει, ὡς καὶ ἐν ἄλλοις. περὶ Ἰούδα γοῦν λέγεται ὅτι παρέβη ἀπὸ τοῦ τόπου τῆς διακονίας ἧς ἐνεχειρίσθη. "πολὺς" οὖν "ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ". ἐν παντὶ τάγματι τῶν ὀφειλόντων σωφρονεῖν καὶ νήφειν καὶ τὰ τῆς ἀρετῆς λέγειν "πολύς ἐστιν ὁ πεπτωκώς", πλὴν οὐ πάντες. "ἐπιρίψω σιωπήν". δυνατὸν δὲ καὶ οὕτω στίξαι· "πολὺς ὁ πεπτωκώς. ἐν παντὶ τόπῳ ἐπιρίψω σιωπήν". οὐ μόνον ἀπὸ τῶν μυστικῶν σιωπῶ, ἀλλὰ καὶ ἀπὸ τῶν ἠθικῶν · ἐν παντὶ γὰρ τόπῳ ἐν ᾧ ἔδει ἑστάναι καὶ ἱδρυθῆναι καὶ ἕτοιμον εἶναι πρὸς ἀκρόασιν, πτῶσις γέγονεν, καὶ πανταχοῦ τὴν σιωπὴν ἐπιρίπτω. σιωπὴν οὖν δηλοῖ ἡ κόλλησις τῆς γλώττης εἰς τὸν λάρυγγα. "ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ". ἐὰν μή σου μνησθῶ, σιωπὴν λάβοιμι. 16 καὶ εἰς χοῦν θανάτου κατήγαγές με. κἂν ἐκ προσώπου τοῦ Ἰησοῦ ᾖν ἡ φωνή, κἂν ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν τῶν ἐγνωκότων οἷ κακῶν γεγόνασιν εἰς τὸν τόπον τῆς κακώσεως ταπεινωθέντες– "ἐταπείνωσας" γὰρ "ἡμᾶς ἐν τόπῳ κακώσεως". ἅγιοι δέ εἰσιν οἱ λέγοντες, ὡς ἡ σύνφρασις σημαίνει τοῦ ψαλμοῦ. "σῶμα θανάτου" λέγεται ὃ περικείμεθα, λέγεται δὲ καὶ "χοῦς θανάτου". οὐ κατ' οὐσίαν δέ ἐστιν "χοῦς θανάτου", ἀλλὰ ἐπεὶ οἱ ἀναγκασθέντες ἀπὸ τῆς ζωῆς τῆς ἔξω σώματος εἰς τοῦτο ἔρχονται, θανάτου ὀνομάζεται σῶμα. "εἰς χοῦν" οὖν "θανάτου κατήγαγές με". εἰ ἦν ζωῆς, ἀνήγετο μᾶλλον· ἀναγομένων γάρ ἐστιν τὸ εἰς ζωὴν καὶ μακαριότητα καὶ ἀθάνατον κατάστασιν ἄγεσθαι. κἂν ὁ σωτὴρ οὖν τοῦτο λέγῃ, τοῦτο· τὸ φῶς "εἰς χοῦν θανάτου κατήγαγές με". κατῆλθον εἰς σῶμα ἵνα ἀποθάνω ὑπὲρ πάντων, ἵνα "χάριτι θεοῦ ὑπὲρ παντὸς" γεύσωμαι "θανάτου". ἑτέρως οὖν τῶν ἀνθρώπων τῶν ἄλλων λέγεται "χοῦς θανάτου" καὶ "σῶμα θανάτου", ἑτέρως δὲ τοῦ σωτῆρος· εἰ γὰρ τὸ σῶμα γίνεται θανάτου ὅταν ὁ χρώμενος αὐτῷ ἁμαρτήσῃ, οὐχ ἥμαρτεν δὲ Ἰησοῦς, εἰς χοῦν ἐλήλυθεν θανάτου δυνάμενον θάνατον ὑποστῆναι. διὸ σφάλλονται οἱ λέγοντες αὐτὸν καὶ τῷ δοκεῖν ἄνθρωπον ἢ σῶμα οὐράνιον ἐνηνοχέναι καὶ προσ37 άπτοντες αὐτῷ θάνατον. οὐ πέφυκεν. ἡ θεότης ἄνευ τινὸς τοιούτου θάνατον οὐχ ὑφίσταται· ἀθανασία γάρ ἐστιν. καὶ ὥσπερ τοῦ θεοῦ φωτὸς ὄντος κατὰ ἀλήθειαν καὶ κατ' οὐσίαν οὔκ ἐστιν οὗτος αὐτῷ σκοτία, οὕτως οὐδὲ ἐν τῇ ζωῇ οὔκ ἐστιν θάνατος. ἀδύνατόν ἐστιν τὴν ζωὴν θάνατον ἀναδέξασθαι. ἀνέλαβεν δέ τι δυνάμενον ὑποστῆναι θάνατον καὶ διαίρεσιν, καὶ λέγεται αὐτῆς θάνατος τοῦτο οὐσιώδης· καὶ γὰρ πολλὰ ἄλλα λέγεταί τινων οὐκ ὄντα αὐτῶν οὐσιώδη, οἷον "ἱμάτιον, τὸ ὑπόδημά μου". οὕτω τὸ σῶμα οὔκ ἐστιν οὐσιῶδες. ἐὰν οὖν ζωὴ λέγῃ δέχεσθαι θάνατον, κατὰ τὸ ἔξω λέγει ἀναδέχεσθαι. καὶ παράδοξον ἐρῶ· ὡς τὸ σῶμα δέχεται θάνατον, οὕτως ἡ ζωὴ ζωοποιεῖ τὸ σῶμα. καὶ ἡ κοινὴ δὲ αὕτη ζωή, ἡ συνπλοκὴ τῆς ψυχῆς πρὸς τὸ σῶμα, τὰ ζωτικὰ κινήματα τῷ σώματι παρέχει. πόσῳ λοιπὸν μᾶλλον αὐτὴ ἡ ζωὴ ἢ ἡ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.