Commentarii in Psalmos · §u06-rem-early

Unit 6 rem early

Rem early: Unit 6; lemma and argument toward the thesis.

Greek

ὠδίνω, μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν". οὐκ ἔξω γίνονται τῆς κοιλίας, οὐκ ἀπορφανοῦνται. ἐπερ · "ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος"; –εἶπον ὅτι τὰ λεγόμενα περὶ αὐτοῦ κατὰ τὸν ἄνθρωπον ῥηθείη ἂν καὶ περὶ παντὸς δικαίου. ἡ καρδία αὐτοῦ ὅταν μὴ φῶς ᾖ, ἀλλ' ἔχῃ τι ὑλικὸν ἀναμεμιγμένον, τήκεται. πρὸς καλοῦ δὲ ἡ τῆξις γίνεται· τηκόμενος γὰρ ὁ κηρὸς οὐκ ἔξω γίνεται τοῦ ἔχοντος αὐτόν. "ἐν μέσῳ" οὖν "τῆς κοιλίας μου". ἐπὶ τῶν νοητῶν διάφορα ὀνόματα τὸ αὐτὸ σημαίνουσιν. νοητὸν λέγω πρόβατον τὸ ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν ὄντα. τοῦτο τὸ πρόβατον κατὰ ἄλλον τρόπον καὶ φῶς λέγεται. ποτὲ γοῦν ἐρωτηθεὶς παρὰ φιλοσόφου, εἰ ἔχω ἀπὸ τῆς γραφῆς εἰπεῖν ὅτι ἀσώματός ἐστιν ἡ ψυχή, ταῦτα εἶπον ὅτι· ἕκαστον ὄνομα σώματος δηλωτικὸν ἐκεῖνο μόνον σημαίνει καθ' οὗ λέγεται. οἷον ἡ αἰσθητὴ ἄμπελος οὐδὲν ἕτερόν ἐστιν ἢ ἄμπελος, καὶ ὁ σωματικῶς ὀνομαζόμενος λίθος οὐκ ἄλλο τί ἐστιν ἢ λίθος. ὅταν δὲ κατὰ τῆς αὐτῆς οὐσίας πολλὰ λέγηται ἀνομοίων δηλωτικά, φανερὸν ὅτι νοητὴ οὐσία ἐστὶν ἐκείνη. οὕτω γοῦν καὶ περὶ θεοῦ λέγομεν ὅτι ἀσώματος, ἐπεὶ καὶ φῶς καὶ πῦρ καὶ πνεῦμα καὶ πηγὴ ὀνομάζεται. ταῦτα δὲ σωματικῶς οὐ δύναται εἶναί τι, ἀλλὰ κατ' ἐπινοίας. αἱ ἐπίνοιαι δὲ περὶ νοητὰ γίνονται αἱ τοιαῦται. ἐὰν οὖν τοίνυν ὁ ἄνθρωπος ἢ ἡ ψυχὴ λέγηται φῶς, 23 λέγηται δὲ καὶ πρόβατον καὶ φυτόν–καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον–, οὐ δύναται σωματικῶς ταῦτα εἶναι πάντα, ὥστε νοητὴ οὐσία ἐστίν. ἐὰν τοίνυν ἀκούῃς ἐπὶ ψυχῆς ἀκούεις καρδίαν, νόησιν, κοιλίαν, πηγήν, καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον μὴ ἐπὶ αἰσθήσεως λάμβανε. τὸ δοχεῖον τοίνυν τῆς ψυχῆς, ἐν ᾧ λαμβάνει τὰς πνευματικὰς τροφάς, κοιλία λέγεται. εἶτα ἐπεὶ καὶ γεννητική ἐστιν, πάλιν ἔχων ταύτην τὴν κοιλίαν ὁτὲ μὲν ὡς χωροῦσαν τροφὰς λαμβανομένην, ὁτὲ δὲ ὡς γεννῶσαν. οἶδας ὅτι ὁ κηρὸς ἐπακολούθημά ἐστιν τοῦ μέλιτος. ἡ σύνστασις προηγουμένως τοῦ μέλιτος γέγονεν, καὶ διὰ τὸ μέλι ὁ κηρός, οὐ διὰ τὸν κηρὸν τὸ μέλι. καὶ ὥσπερ ἐπὶ φυτοῦ οὐχ ὁ καρπὸς διὰ τὸ φύλλον, ἀλλὰ τὸ φύλλον διὰ τὸν καρπόν–φυλακτικὸν γάρ ἐστιν τοῦ καρποῦ–, οὕτω ὁ κηρὸς οὔκ ἐστίν τι προηγούμενον, ἀλλ' ἐπακολούθημα. ἐὰν οὖν ἡ ψυχὴ τὰς προηγουμένας ἔχῃ ἀρετάς, μέλι ἐστίν. ἐὰν δὲ τὰς ἑπομέναις αὐταῖς, παραμέμικταί τι ὑλικόν, κηρός ἐστιν. διὰ τοῦτο τοὺς ἁμαρτωλοὺς λέγει τήκεσθαι ὡς κηρὸν "ἀπὸ προσώπου πυρός". τὸ μέντοι μέλι ἐπαινετόν ἐστιν, προηγουμένη οὐσία ἐστίν, γλυκύτητα σημαίνει. ὥσπερ ἔχει τὸ γλυκαίνειν, ἔχει καὶ τὸ ἰατικόν. τὰ 35 προηγούμενα οὖν τῆς ψυχῆς ἀγαθὰ καὶ κινήματα καὶ ἐνεργήματα μέλιτι ἔοικεν, τὰ δὲ δεύτερα καὶ ἔχοντά τι παραμε μιγμένον τῶν αἰσθητῶν καὶ ὑλικῶν κηρός ἐστιν. τήκεται οὖν ποτε ὁ ἄνθρωπος, τὸ ὑλικόν ποτε ἀποπίπτει τῆς νοήσεως καὶ τῆς καρδίας, ὥστε τὸν νοῦν μηκέτι ἔχειν τι προσπεπλεγμένον, ἀλλὰ πάντῃ ἄϋλον εἶναι ὡς καὶ τὴν ἀρχὴν ὑπῆρκται. 16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου. ἡ ἰσχύς μου πᾶσαν νοτίδα καὶ πᾶσαν πιότητα ἀποβέβληκεν ὡς ὀστράκῳ παραβληθῆναι. δυνατὸν δὲ καὶ ἑτέρως εἰπεῖν· τὸ ἐν ἡμῖν πηλῶδες–ἴστε δὲ τί ἐστιν–ἐὰν μένῃ πηλός, παρεμπεσούσης ὑγρότητος διαλύεται. ὅταν δὲ ξηρότητα ἀναλάβῃ καὶ πᾶσαν τὴν ὑγρότητα τὴν ἔξωθεν ἐκ τῆς ὕλης ἀποβάλῃ, ξηραίνεται κατὰ τὸ ὄστρακον. ἕκαστον τῶν λαμβανομένων παραδειγμάτων κατά τι λαμβάνεται. τοῦτο δὲ πολλάκις εἴρηται· εἰ γὰρ ἐξ ὅλων λαμβάνοιτο, οὔκ ἐστιν παράδειγμα, ἀλλ' αὐτὸ ἐκεῖνο ὃ δεῖξαι βουλόμεθα. ψέγεται οὖν πολλάκις τὸ ὄστρακον διὰ τόνδε τὸν τρόπον· τὸ ἐξ ὀστράκου πεποιημένον σκεῦος συντριβὲν ἴασιν οὐ δέχεται, οὐ δύναται κολληθῆναι. κατ' ἄλλον δὲ τρόπον λέγω ὅτι τὸ ἐκ πηλοῦ κατασκευασθὲν ὅταν στομωθῇ διὰ πυρὸς καὶ καμίνου, ἀποβάλλει τὸ εὐμάλακτον, τὸ εὔθλαστον. "ἡ ἰσχύς μου" οὖν "ἐξηράνθη ὡσεὶ ὄστρακον". ἑκατέρως δὲ λαμβάνομεν αὐτό· οὐδεμίαν ἔτι ὑγρότητα ἔχει, οὐ πηλώδη κατάστασιν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν ὅτι· πᾶσαν πικρότητα ἀπὸ τῆς πολλῆς προσούσης θλίψεως ἀποβέβληκεν. 16 καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου. ἔθος τῇ γραφῇ ἐστιν τὴν κόλλαν τῆς γλώσσης πρὸς τὸν λάρυγγα λέγειν τὴν σιωπήν. οὐκ ὄντων ἔτι τῶν ὄντων μου μελῶν καὶ περὶ ἐμὲ ὄντων καὶ ἀκροατῶν μου ὅπως μὴ δοκῶ κατὰ κενοῦ φέρειν τὸν λόγον, σεσιώπηκα, "κεκόλληται ἡ γλῶσσά μου τῷ λάρυγγί μου". οὐ κεκόλληται δὲ ὅτε διαλεγόμεθα. ἐν κινήσει τῆς γλώττης ὁ λόγος προφέρεται. ὅταν δὲ κολληθῇ τῷ λάρυγγι, σιωπή ἐστιν.

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.