Commentarii in Psalmos · §u08-open

Commentarii in Psalmos Unit 8 opening

Unit 8.

Lemma-led open — ἀδελφοὺς

Greek

μονογενής. "ἀδελφοὺς" λέγει τοὺς ἀποστόλους καὶ πάντας τοὺς ἐκ περιτομῆς πιστεύσαντας αὐτῷ· πολλοὶ γὰρ ἐπίστευσαν ἐκ τῶν Ἰουδαίων. καὶ οἱ δώδεκα καὶ οἱ ἑβδομήκοντα ἀπ' αὐτῶν ἦ45 σαν. κατὰ σάρκα οὖν ἀδελφοὶ αὐτοῦ ἐκεῖνοι ἐτύγχανον. γίνονται δὲ αὐτοῦ πάλιν ἀδελφοὶ κατὰ πνεῦμα οἱ τὸ τῆς "υἱοθεσίας πνεῦμα" ἀπολαμβάνοντες· εἰ γὰρ "ὁ ποιῶν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται" καὶ "ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ θεοῦ γεγέννηται", εἰσὶν υἱοὶ θεοῦ τινες. ο̣ὗτ̣οι δὲ ἀδελφοὶ πάλιν οὐ μονογενοῦς, οὐ κατὰ τὴν θεότητά εἰσιν, ἀλλὰ κατὰ τὸν ἐνανθρω̣πήσαντα. ὁ ἀπόστολος οὖν ταύτῃ συνχρησάμενος τῇ λέξει ἐπὶ τοῦ ἀνθρώπου αὐτὴν ἔλαβεν· "δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν"· οὐδὲν γὰρ ἀφῆκεν τῶν ἐξ ὧν συνπληροῦται ὁ ἄνθρωπος ἔχειν. ἐπεὶ εἰ μὴ πάντα ἔχει, οὔκ ἐστιν ἄνθρωπος. εἶπον πολλάκις ὅτι εἰσὶν μικτά τινα, οἷον τὸ ὑδρόμ̣ελι. ἐὰν ἀφαιρεθῇ τοῦ ὕδατος, ἢ μόνον μέλι ἐστὶν ἤ, κἂν μετ' ἄλλου μιγῇ, οὔκ ἐστιν ὑδρόμελι. εἰ οὖν ἔχοι σῶμα μόνον, οὐ κατὰ πάντα τοῖς ἀδελφοῖς ὡμοιώθη· ἄλογος γάρ ἐστιν ἡ ὀρεκτικὴ ψυχή. ἡ χωρὶς νοῦ ψυχὴ ἄλογός ἐστιν οὐδὲ ὑφισταμένη τὴν ἀρχήν, εἰ μὴ ἐν τῇ συνθέσει· συνφθείρονται γὰρ αἱ ὀρεκτικαὶ ψυχαὶ τοῖς σώμασιν ὧν εἰσιν ψυχαί. "κατὰ πάντα" οὖν "τοῖς ἀδελφοῖς ὡμοιώθη", οὐ κατά τι̣, κατά τι δὲ οὔ. λέγει ὁ ἀπόστολος πάλιν· "εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς, οὓς προέγνω καὶ προώρισεν συνμόρφους". ὁρᾷς ὅτι ἐπὶ κτήσεως ἔσχεν τὸ εἶναι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, ὅτε ἐνηνθρώπησεν, ὅτε τὸν ἐκ τῶν ἀδελφῶν ἀνέλαβεν ἄνθρωπον. πρωτότοκον δὲ ἐνταῦθα ἐὰν λέγῃ, τιμιώτερον λέ γει. οὕτω δὲ καὶ "ἐκκλησία πρωτοτόκων" ὀνομάζεται. οὐχ οἷόν τέ ἐστιν π̣α´̣ντας πρωτοτόκους εἶναι, τιμίους δὲ πάντας εἶναι, δυνατόν. διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἀπῄτ̣ησεν τὰ πρωτοτόκια τὸν Ἠσαῦ, τὴν τιμὴν τοῦ πρωτοτόκου. πρωτότοκος οὖν ἐστιν ἐν πολλοῖς ἀδελφοῖς, ὡς καὶ "πρωτότοκος ἐκ τῶν νεκρῶν". παντὸς νεκροῦ πρῶτός ἐστιν· αὐτοῦ γὰρ ἀναστάντος δεδύνηταί τις ἄλλος ἀναστῆν̣αι. λέγει οὖν ἀπαγγέλλειν τὸ ὄνομα τοῦ πατρός, τουτέστιν φανεροῖν αὐτό. ὅταν δὲ γνῶσιν τὸν πατέρα καὶ τὸ ὄνομα τοῦ πατρὸς γνῶσιν, τότε συνεισαγομένην ἔχουσιν καὶ τὴν γνῶσιν τοῦ υἱοῦ· 31 ταῦτα γὰρ συνεισάγει ἄλληλα. καὶ κατὰ ὕπαρξιν τὰ πρός τι λέγω καὶ κατὰ γνῶσιν. ἀδύνατόν ἐστιν τὸν εἰδότα θάτε̣ρ̣ον τῶν πρός τι τὸ λοιπὸν μὴ εἰδέναι. "καὶ ἀπὸ κεράτων μονοκερώτων". καλεῖται καὶ ῥινοκέρως. καὶ ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ τοῦτο, τό· "καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων". τοῦτο τὸ ζῷον λέγεται μέγεθος ἔχειν οὐκ ἐλάττω μεγάλου μόσχου. πάνυ δὲ συνεστραμμένον ἐστίν, παχύ ἐστιν, καὶ ἔχει ἐπάνω τῆς ῥινὸς κέρας, καὶ ἰσχυρότατόν ἐστιν τὸ ζῷον, 46 καὶ ὅταν θυμωθῇ, ἰσχυρότατον γίνεται αὐτοῦ τὸ κέρας οὕτως ὡς παντὸς εἶναι σκληρότερον̣ ἐλέφαντος. ὅταν δὲ μὴ θυμοῦται, ἁπαλόν ἐστιν ὡς σάρξ. καὶ ἐνίοτε, ὅταν καῦμα ᾖν̣, ε᾿̣κβάλλει πέτρας μεγάλας, ἵνα εἰς ἐκεῖνον τὸν τόπον θῇ ἑαυτόν, ψυχρὸν ὄντα. τοῦτο οὖν τὸ ζῷον ὡς εἶπον θυμωθέν, ἔχει τὸ κέρας σκληρότατον. ἠρεμοῦν δὲ οὐκ ἔχει. πειρῶνται οὖν τὸ κέρας αὐτοῦ λαμβάνειν· ἐστὶν γὰρ τίμιον. ἐπεὶ οὖν τοιοῦτο αὐτὸ βούλονται, οὐκ ἀπροοράτ̣ως τοξεύουσιν αὐτό, οὐχ ὑποπίπτει θήρᾳ, οὐχ ἁλίςκεται γαλεάγρᾳ ἤ τινι ἄλλῳ. το´̣ξ̣ῳ̣ δὲ αὐτὸ βάλλουσιν. ὅταν οὖν θυμωθῇ, τότε τιτρώςκουσιν τῷ βέλει. ἐπερ · εἰς ποῖον πρόσωπον αὐτὸ λαμβάνομεν; εἰς τὸν Χριστόν; –ἐὰν ἐπαινετῶς ληφθῇ. λαμβάνεται δὲ ἐπαινετῶς ἐν εἰκοστῷ ὀγδόῳ ψαλμῷ· "καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων". μονογενῆν β̣ασιλείαν ἔχον σημαίνει. ἡ τοῦ σωτῆρος οὖν βασιλεία οὐκ ἔχει διπλόην, ἀλλὰ ἁπλή ἐστιν οἷα ἐπιδημήσαντος θεοῦ. καὶ κατὰ τοῦτο μονοκέρως λέγεται. ὅταν δὲ ψεκτῶς̣ λ̣α̣μβάνεται, διὰ τὴν ἀγριότητα λαμβάνεται, οὐ διὰ τὸ κέρας. λέγουσιν δέ τινες ὡς ἐν

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.