Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
ἀπο̣κ̣ρύφῳ τὸ "ἀπὸ κεράτων μονοκερώτων" ἐπαινετῶς, ὅτι τὰ ἄκρα τὰ ἄνω τοῦ σταυροῦ σχῆμα εἶχον κεράτων. 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μετὰ παρρησίας καὶ κοσμίως ἀναφέρων τοὺς ὕμνους. δεῖ τὸν ὑμνοῦντα θεὸν δίκαιον εἶνα̣ι· "τοῖς" γὰρ "εὐθέσιν πρέπει αἴνεσις". καί· "οὔκ ἐστιν ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ". κ̣α̣ι`̣ ὥσπερ τὸν λόγον λέγομεν τὸν θεῖον ἐν ἐξουσίᾳ λέγεσθαι –ὅταν τις διδάσκῃ περὶ σωφ̣ροσύνης σώφρων ὤν, ἐν ἐξ ουσίᾳ ἔχει τὸν λόγον. ἐὰν δὲ ἀκόλαστος ᾖ καὶ ῥυπαρός, οὐ πεπληρωμένως αὐτὸν προφέρει. ἡ συνείδησις αὐτοῦ ἐνποδίζει αὐτόν– ὥσπερ οὖν ἐν ἐξουσίᾳ τ̣ὸν λόγον ἔχει ὁ κατάλληλα οἷς λέγει ἔργα φέρων καὶ συνφυῆ τῷ θεωρητικῷ βίῳ τὸν πρακτικὸν ἔχων, οὕτως ἐν μέσῳ ἐκκλησίας ὑμνεῖ τὸν θεὸν ὁ μὴ ἔχων ὑποστολήν τινα. οἷον διδάσκει περὶ σωφροσύνης, ἵνα σώφρων ᾖ· τότε γὰρ ἐν μέσῳ τῆς ἐκκλησίας ὑμνεῖ τὸν θεόν, ἵνα διδάσκων περὶ ἐλεημοσύνης τοιοῦτος ᾖ, ἱ´̣ν̣α λέγων περὶ ἀνδρείας τοιοῦτος ᾖ. ὅταν οὖν ἴδῃς τινὰ περὶ ἀνδρείας διεξερχόμενον λόγους δειλὸν ὄντα, οὐκ ἐν μέσῳ ἐκκλησίας τοῦτο ποιεῖ. ὅτι δὲ τὴν παρρησίαν τὸ "μέσον" σημαίνει, καὶ ἐξ ἄλλου ψαλμοῦ ἔστιν μαθεῖν· "οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν". οὐδεὶς ὑπερήφανος ἤθελεν φαίνεσθαί 47 μοι. ἐν γωνίᾳ τοῦτο ἔπραττεν ὑποστελλόμενος, ἐρυθριῶν. ἐν μέσῳ οὖν ἐκκλησίας ὑμνεῖ τὸν πατέρα ὁ σωτήρ. ὅταν δὲ λέγω τὸν πατέρα, καὶ τὸν υἱὸν ἄκουε. θεὸν δὲ ὑμνεῖ, θεότης δὲ μία πατρὸς καὶ υἱοῦ. 24 οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν. οὐχ ὁ τυχὼν αἰνεῖ τὸν θεόν, ἀλλ' ὁ φόβον ἔχων τὸν εἰς αὐτόν. οὐ πᾶς δὲ φόβος θεοῦ ἐστιν· ἔστιν γὰρ φόβος κολάσεως. οὗτος οὔκ ἐστιν θεοῦ. ἀμέλει γοῦν "ἡ τελεία" πρὸς θεὸν "ἀγάπη ἔξω βάλλει τὸν φόβον". ὁ πρὸς θεὸν ἔχων ἀγάπην ἐξ ὅλης καρδίας, ἐξ ὅλης διανοίας, οὐκ ἔχει τὸν παθητικὸν φόβον. οὕτω γοῦν οἱ Ἰησοῦ μαθ̣η̣ταὶ ἐκτὸς τοῦ παθητικοῦ φόβου ἐκαλοῦντο ὑπὸ τοῦ σωτῆρος λέγοντος· "μὴ φοβεῖσθε τοὺς ἀποκτεννόντας τὸ σῶμα". καὶ οἱ λέγοντες· "κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος"; τὸν παθητικὸν φόβον ἐξέβαλον· ὁ γὰρ τοῦ θεοῦ φόβος οὔκ ἐστιν παθητικός, οὐ κολάσεώς ε᾿̣στιν, ἀλλὰ σεβασμοῦ. "φόβος κυρίου πάντα ὑπερέβαλεν", οὐδενὸς δεύτερός ἐστιν, οὐδὲ αὐτῆς τῆς ἀγάπ̣η̣ς. καί· "οὐκ ἔστιν 32 ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". 24 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. δύναται δὲ καὶ πρὸς ῥητὸν λέγεσθαι ὅτι· ἐπειδὴ ἐκλήθη ὁ λαὸς ἐκεῖνος ὁ ἐκ τῶν πατριαρχῶν εἰς τὸ ὑμνεῖν καὶ δουλεύειν θεῷ, εἰκότως πᾶσιν προστάττεται τοῦτο ποιεῖν. ἐπειδὴ γὰρ πολλοὶ γέγοναν ἐξ αὐτῶν ἁμαρτωλοί, οὕτω λαμβάνομεν "ἅπαν τὸ σπέρμα τοῦ Ἰακὼβ" οὐ τὸ πονηρόν–ἐλέχθη γὰρ περὶ αὐτοῦ· "σπέρμα πονηρόν"–, ἀλλ' ὅταν ἔξω πάσης πονηρίας ᾖ, ὡς καὶ αὐτὸς ὁ οὗ σπέρμα ἐστίν. καὶ λαμβάνομεν ἐνταῦθα τὸν Ἰακὼβ τὸν πατριάρχην καὶ λέγομεν ὅτι· ἐπειδὴ οὗτος πτερνιστὴς γέγονεν καὶ ἐκ τούτου τοῦ κατορθώματος τὴν προσηγορίαν ἔσχεν, πάντες οἱ πτερνίζοντες τὴν κακίαν περιγινόμενοι τῶν ἀντικειμένων δυνάμεων, πονηρῶν ἀντιπάλων οὐσῶν, οὗτοι Ἰακώβ εἰσιν· ἐν τοῖς ἀνδραγαθήμασιν γὰρ αὐτοῦ ὁ Ὡσηὲ ἔταξεν τοῦτο λέγων ὅτι· "ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐνίσχυσεν μετὰ θεοῦ καὶ ἠδυνάσθη". τὸ ἐνισχῦσαι μετὰ θεοῦ καὶ δυνηθῆναι μέγα ἀνδραγάθημά ἐστιν. οὕτω γοῦν συνηρίθμησεν τὸν ἐν τῇ κοιλίᾳ ἐπτερνικέναι τὸν ἀδελφόν. ἐλέχθη δὲ καὶ ὁ σωτὴρ ἐν Ἰσαίᾳ Ἰακώβ· "Ἰακὼβ ὁ παῖςμου, ἀντιλήμψομαι αὐτοῦ". καὶ ταύτην τὴν λέξιν πεπληρῶσθαι ὑπὸ Χριστοῦ ὁ Μαθαῖος εἶπεν. 24 φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. οὐχ ὁ παθητικὸς φόβος δόξα ἐστίν, ἀλλ' ὁ τοῦ θεοῦ φόβος ὁ μετὰ πολλὰ παραγινόμενος τοῖς σπουδάσασιν αὐτὸν ἔχειν. "υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ἐπακούσεται σοφίας τὸ οὖς σου, παραβαλεῖς δὲ τὴν καρδίαν σου εἰς σύνεσιν". καὶ μεθ' ὁλίγα· "καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου". ὅρα, μετὰ πολ̣λ̣ὰ κατ48 ορθ̣ώματα καὶ τελείας ἀρετάς. πώς ποτε δὲ ἡμεῖς ἁπλῶς λέγομεν. ἐὰν δε`̣ εἰδῇς τὰ ἀνδραγαθήματα καὶ τὰς ἀριστείας καὶ τὰ κατορθώματα τοῦ Ἐλισαίου, ὄψει τίνα τρόπον ὁ φοβ̣ούμενος τὸν κύριον οὐχ ὁ τυχών ἐστιν. 25 ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ. πτωχὸν ἐνταῦθα λέγει τὸν ἐπιδημήσαντα σωτῆρα τὸν ἡμῶν ἕνεκα πτωχεύσαντα. καὶ ὥσπερ κατάρα γέγονεν οὐχ ἁπλῶς, ἀλλ'
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.