Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
"ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται"–ποιητικὴ δὲ εὐλογίας κατάρα οὔκ ἐστιν κατάρα τῷ ὄντι. τὰ δὲ ποιητικὰ τῶν καλῶν καλά ἐστιν. τὰ ποιητικὰ τῶν θεῷ ἀρεσκόντων καὶ αὐτὰ θεῷ ἀρέσκει. σημαίνει δὲ τὸ ὄνομα τῆς κατάρας τὸν σταυρόν, ὡς αὐτὸς ὁ ἀπόστολος ὁ τὴν φωνὴν ταύτην γράψας ἀπέδειξεν. εἶπεν· "ὅτι γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου"–, καὶ ὥσπερ νεκρὸς γέγονεν, ἵνα τοὺς νεκροὺς ζῶντας ἀποδείξῃ καὶ ποιήσῃ, καὶ γέγονεν ἐν θανάτῳ, ἵνα τὸν θάνατον καταλύσῃ καὶ τοὺς κατεχομένους ὑπ' αὐτοῦ ἐλευθερώσῃ, οὕτω καὶ πτωχὸς γέγονεν, ἵνα τῇ αὐτοῦ πτωχείᾳ πλούσιοι γένωνται ὑπὲρ ὧν πτωχὸς γέγονεν. καὶ ὅρα γε τὴν διαφοράν· "γιγνώσκετε τὴν χάριν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν δι' ὑμᾶς ἐπτώχευσεν". τὸ πτωχεῦσαι δι' ἡμᾶς, τὸ πλούσιος εἶναι οὐ δι' ἡμᾶς· οὐ γὰρ εἴρηται γεγονέναι πλούσιος ὥσπερ γεγονέναι πτωχός, ἀλλὰ "πλούσιος ὢν δι' ἡμᾶς ἐπτώχευσεν". καὶ ὥσπερ μορφὴν θεοῦ ἔχων καὶ ὑπάρχων ἐν μορφῇ θεοῦ, λαβὼν τὴν δούλου θεοῦ οὐκ ἀπέβαλεν τὴν θεοῦ μορφήν, οὕτω πτωχὸς διὰ ἄλλους γενόμενος τὸν πλοῦτον οὐκ ἀπέβαλεν· πλοῦτον γὰρ αὐτοῦ λέγομεν οὐχ ὡς ἐπὶ τῶν ἁγίων α᾿̣ν̣δρῶν τὰς ἀρετάς· αὐτὸς γάρ ἐστιν ὁ χορηγὸς τῶν ἀρετῶν, αὐτός ἐστιν, οὗ τῇ μετοχῇ ὑφίστανται αἱ α᾿̣ρ̣εταί. μένων οὖν πλούσιος πτωχὸς γέγονεν. διὰ ἄλλους δὲ πτωχὸς γέγονεν, ἵνα πλουτήσωσιν ἐκεῖνοι. καὶ ὅταν ἡμεῖς ἐν τῇ προλαβούσῃ πτωχείᾳ μένωμεν καὶ μὴ σπεύδωμεν τὸν πλοῦτον ἐκεῖνον ἀναλαβεῖν, ὃν χαρίζεται ἡ πτωχεία ἐκείνου, τὸ ὅσον εἰς ἡμᾶς, μένει πτωχός· εἰ γὰρ ἄλλων ἕνεκα, ἵνα πλουτήσωσιν, πτωχὸς γέγονεν, ὅταν πλουτήσωσιν ἐκεῖνοι, οὐκέτι πτωχός ἐστιν. πτωχὸς γέγονεν γενόμενος σάρξ. ὅταν θεασώμεθα "τὴν δόξαν αὐτοῦ, δόξαν ὡς 33 μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας", ἐκ πτωχῶν πλούσιοι γεγόναμεν, καὶ αὐτὸς ἐκ πτωχοῦ πλούσιος ἀνεδείχθη, οὐ πλούσιος γέγονεν. ἡ δόξα γοῦν αὐτοῦ φανερὰ γέγονεν, ὅτι "ὡς μονογενής" ἐστιν "παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας". "οὐ προώχθισεν οὐδὲ ἐξουδένωσεν τὴν δέησιν τοῦ πτωχοῦ"· ὑπὲρ σωτηρίας γὰρ τῶν ὅλων ἀνεπέμπετο. "καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα Ἰησοῦν Χρισ49 τὸν δίκαιον", ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν. οὐκοῦν ὅσον ἐν ἁμαρτίαις ἐσμέν, παράκλητον αὐτὸν ἔχομεν. ὅταν δὲ παυσώμεθα τοῦ ἔχειν ἁμαρτίας, οὐδὲ ἀ´̣ρα περὶ τούτου παρακαλεῖ ὅλως. "ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς δι' αὐτοῦ προσερχομένους τῷ θεῷ, ζῶν πάντοτε εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν". εἰ ἐντυγχάνει ὑπὲρ αὐτῶν, ἵνα ζήσωσιν, ὅταν ζήσωσιν, οὐκέτι ἀναφέρει ταύτην τὴν περὶ αὐτῶν εὐχήν, ἀλλ' ἢ ἄρα περὶ φυλακῆς αὐτῆς, περὶ τοῦ παραμένειν αὐτῇ. ταύτην οὖν τὴν δέησιν τοῦ πτωχοῦ οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῷ ἀναφέροντι αὐτήν. "οὐδὲ ἀπέστρεψεν αὐτοῦ τὸ πρόσωπον". ἀποστρέφεται δέ τινος τὸ πρόσωπον εὐχομένου, ὅταν μὴ ἐπινεύῃ θεός, ἀλλὰ καὶ κωλύῃ τὴν εὐχὴν ἀναπέμπεσθαι. τὸν ᾿Ι̣ηρεμίαν ποτὲ ἐκώλυσεν εὔχεσθαι ὑπὲρ τοῦ λαοῦ. διὰ τί; οἱ γὰρ πρεσβευταὶ καὶ παράκλητοι ὑπὲρ μετανοησάντων καὶ μηκέτι ἁμαρτανόντων ὀφείλουσιν πρεσβείαν ἀναφέρειν. λέγει γοῦν· "οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν; οἱ πατέρες αὐτῶν" πανπληθεὶ εἰς τὴν εἰδωλολατρείαν ἔρεψαν καὶ οὐ μένουσιν. οὕτω καὶ τοῦ Σαμουὴλ ἀπεστράφη τὸ πρόσωπον, ὅτε ἤκουσεν· "ἕως πότε πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωσα αὐτόν"; παρρησίαν δὲ τῶν πρεσβευομένων ἔχει τὸ πρόσωπον, ἐὰν συντρέχωσιν τῇ προαιρέσει αὐτοῦ οἱ περὶ ὧν πρεσβεύουσιν. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ 25 οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ. αὐτὸς ὁ πτωχὸς λέγει περὶ ἑαυτοῦ. τοῦ προσώπου μεταβολὴ γέγονεν. τὸ συνγραφικὸν πνεῦμα λέγει· "οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ". εἶτα αὐτὸς ἐκεῖνος ὁ πτωχός, οὗ ἡ προσευχὴ οὐκ ἐβδελύχθη, οὐκ ἀπεστράφη, λέγει· "οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου". 25 καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. μέγ̣α ε᾿̣σ̣τ̣ὶν τὸ εἰπεῖν τοῦτο. οὐ ψιλῇ μὲν προφορᾷ λέγεται τοῦτο, ἀλλ' ὅταν δειχθῇ ὑπάρξαν τὸ ὑπὲρ οὗ ηὔξατο. γέγονεν οὖν τοῦτο. 26 παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. ἰδοὺ τὸ ἔργον τῆς κραυγῆς κατώρθωσα· ἐκκλησίαν με γάλην παρέστησα αὐτήν, "ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων". ἔπαινός μου οὖν ἐστιν οὗτος τὸ ταύτην κατορθῶσαι. ὥσπερ οὖν οὔκ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.