Commentarii in Psalmos Unit 9 opening
Unit 9.
Lemma-led open — διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτῷ
Greek
κατὰ τὸ ἐφικτὸν τῇ γενέσει φύσει εἰς εὕρεσιν ἑαυτὸν παράσχῃ, τὸ γνωστὸν αὐτοῦ κατειλήφαμεν, "διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτῷ", οὐχ ἁπλῶς αὐτός, ἀλλὰ τὸ γνωςτόν. γιγνώσκομεν αὐτόν, ὅτι δημιουργός ἐστιν, ὅτι προνοητής, ὅτι ἄτρεπτος, ἀναλλοίωτος. καὶ θέλω λογικοῦ θεωρήματος ἅψασθαι. αἱ ἀποδείξεις ἐπιστημονικαὶ θεωρίαι εἰσίν· δύο γάρ εἰσιν εἴδη συλλογισμῶν–παρείσθω νῦν μνημονεύειν τοῦ ἐριστικοῦ, τοῦ σοφιστικοῦ–· ἐξ ἐνδόξων ἐστὶν ὁ διαλεκτικός, ὃν καλοῦσιν ἐπιχειρηματικόν. ἐκ τῶν δοκούντων τοῖς ἀνθρώποις γίνεται ἡ ἀπόδειξις αὕτη, οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. ὁ ἀποδεικτικὸς ἐξ αὐτῶν τῶν πραγμάτων, οὐκ ἐκ τῆς ἐπικρίσεως τῶν ἀνθρώπων, ἀλλ' ἐκ τῆς ὑπάρξεως τῶν ὑποκειμένων, περὶ 35 ὧν τὴν θεωρίαν τὴν ἐπιστημονικὴν λαβεῖν θέλομεν. ἀδύνατον οὖν ἐστιν ἐξ ἀποφάσεων ἀπόδειξιν ἀναντίρρητον γενέσθαι. ἐκ καταφάσεών εἰσιν αἱ ἀποδείξεις· μὴ γὰρ ἐὰν θέλω ἀποδεῖξαι ὅτι ὁ ἄνθρωπος λογικός ἐστιν, λέγω ὅ52 τι· οὐκ ἄψυχός ἐστιν· καὶ τὰ μὲν ἄλλα γὰρ πολλά εἰσιν μὴ ἄψυχα, καὶ τὰ ἄλογα. δεῖ με τοίνυν ἀποδεῖξαι τοῦτο· ὁ ἄνθρωπος δεκτικός ἐστιν ἐπιστημῶν. πᾶν τὸ ἐπιστημῶν δεκτικόν, λογικόν. ὁ ἄρα ἄνθρωπος λογικός ἐστιν. κἂν οὖν ἔχωμεν περὶ θεοῦ γνῶσιν, κἂν τελεία ᾖν, ἐξ ἀποφάσεων αὐτὴν ἔχομεν λέγοντες ὅτι ἀσώματος. τὸ ἀσώματον δέ ἐστιν ἀπόφασις σώματος. ἐστὶν ἀθανασία, ἄναρχος, ἀναλλοίωτος. κἂν ἐπὶ τέλει οὖν τῶν πραγμάτων ὑπαρχθῇ γνῶσις τελεία περὶ θεοῦ, οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει· μὴ γὰρ ἀναιρέσει γενητοῦ οἶδεν ἑαυτὸν ἀγένητον, ὡς βούλονται αὐτοὶ οἱ Εὐνομιανοί· μὴ γὰρ στερήσει θανάτου οἶδεν ἑαυτὸν ἀθάνατον. ἡμεῖς ἐκ στερήσεως ὧν ἴσμεν οἴδαμεν τί ἐστιν ἀθάνατος. οὐκ ἔχομεν δὲ κατὰ ἐπιστημονικὴν γνῶσιν ἐπιβαλεῖν εἰς τὸ ἀντικειμένως τῷ θανάτῳ λεγόμενον, καὶ στερήσει θανάτου λέγομεν αὐτόν, ἀποφάσει θανάτου, καὶ πάντα, οἷον ἀόρατος· οὐ κατὰ κατάφασίν τινα μανθάνομεν αὐτὸν ἀόρατον, ἀλλ' ἐπεὶ ἴσμεν τί ἐστιν ὁρατόν, αἴσθησιν ἔχοντες καὶ ὄψιν ἔχοντες, στερήσει τῆς καταστάσεως ταύτης λαμβάνομεν τὸ ἀόρατον. ταῦτα λέγω διὰ τοὺς Εὐνομίου, ὅτι ἀδύνατον τὴν αὐτὴν θεοῦ γνῶσιν ἔχειν περὶ θεοῦ. οὐκ ἐκείνη ἐστίν, ἣν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ ἔχει. καὶ ἄλλο· ἡ ἡμετέρα γνῶσις διάθεσίς ἐστιν ψυχῆς. αἱ δὲ διαθέσεις δέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ θεοῦ γνῶσις, ἣν ἔχει ἤτε περὶ ἑαυτοῦ ἢ περὶ ἄλλου τινός, οὔκ ἐστιν διάθεσις· οὐσιώδης ἐστίν. καὶ ὥσπερ θερμὸν λέγω καὶ τὸ πῦρ, λέγω καὶ τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ τὸ ὕδωρ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.