Unit 9 rem early
Rem early: Unit 9; lemma and argument toward the thesis.
Greek
δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. διὸ καὶ ἀποβαλεῖν αὐτό ποτε δύναται καὶ ἀναλαβεῖν. τὸ δὲ ἐν τῷ πυρὶ θερμὸν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐσιῶδες γάρ ἐστιν. ἡ τοῦ θεοῦ γνῶσις οὐσιώδης ἐστὶν ὥστε ἀσύνκριτός ἐστιν τῇ κατὰ διάθεσιν γνώσει. τὰ δὲ ἀσύνκριτα οὐ δέχονται ὁμοιότητα. ταῦτα δὲ οὐ ματαίως λέγουσιν· ἐπεὶ γὰρ κατασκευάζει ὁ λόγος ὁμοούσιον τῷ πατρὶ τὸν υἱὸν εἶναι καὶ τῆς αὐτῆς θεότητος ἐκ τοῦ γιγνώσκεσθαι ὑπὸ τοῦ πατρὸς καὶ γιγνώσκειν τὸν πατέρα, θέλουσιν κοινοποιῆσαι τὴν γνῶσιν αὐτοῦ τῇ ἡμετέρᾳ λέγοντες ὅτι· "ὡς ἡμεῖς γιγνώσκομεν τὸν θεόν, καὶ ἐκεῖνος γιγνώσκει, ὅτι ἡμεῖς τελείως αὐτὸν ἐπιστάμεθα, ὡς αὐτὸς ἑαυτόν. καὶ ὁ υἱὸς οὕτως ἔχει περὶ αὐτοῦ τὴν γνῶσιν. ὅθεν οὐ διοίσει ἡμῶν". 27 ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. πολλάκις τὰ συμβεβηκότα ὁμωνύμως καλεῖται ἐκείνοις οἷς συμβέβηκεν. λέγομεν οὐσίαν εἶναι ψυχῆς· ὅταν λέγῃ ὁ θεὸς λόγος· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, 53 τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι". τὸ ὄνομα οὖν τὸ ψυχὴ οὐσίαν ὧδε δηλοῖ. καὶ ὅταν λέγῃ· "πνεύματα καὶ ψυχαὶ δικαίων, εὐλογεῖτε τὸν κύριον", οὐσίαν δηλοῖ. σημαίνει γὰρ τὸ ὄνομα τῆς ψυχῆς πολλάκις συμβεβηκός τι τῇ ψυχῇ· ὅταν γὰρ λέγηται ἐν τῇ Ἰησοῦ Σοφίᾳ· "ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν", τὴν διάθεσιν καὶ τὴν νόησιν "ψυχὴν" ὀνομάζει· ὁ γὰρ κτησάμενος αὐτὴν ἡ ψυχή ἐστιν, ὁ ἄνθρωπός ἐστιν. καὶ ἔτι· "τὰς ψυχὰς ὑμῶν ἐν ἠγγικόσιν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας". ἀπὸ τούτου παρωνόμασται κἀκεῖνο· "σὺ δέ, ἄνθρωπε ἰσόψυχέ μου", ὁ ἴσην μου ἔχων προαίρεσιν. καὶ πάλιν ἐὰν λέγηται ὅτι· "καὶ φάγῃ σταφυλὴν ὅσον ἐμπλήσεις ψυχήν", ψυχὴν ὧδε τὴν ὀρεκτικὴν λέγει δύναμιν. οὐ πάντα οὖν τὰ λεγόμενα τὰς ὑποκειμένας οὐσίας δηλοῖ, ἀλλ' ἔστιν ὅτε καὶ τὰ συμβεβηκότα αὐταῖς σημαίνει. συμβέβηκεν δὲ ἀνθρώπῳ τὸ γιγνώσκειν θεόν. διὸ γνῶσις οὐ λέγεταί ποτε ὁ ἄνθρωπος, ἀλλὰ γιγνώσκων. οὐχ ὁμωνυμεῖ ὧδε τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ. ὁ δὲ σωτὴρ λέγεται καὶ σοφὸς καὶ σοφία, καὶ γνῶσις καὶ γνῶσιν ἔχων, καὶ δικαιοσύνη καὶ δίκαιος, καὶ οὐ λέγω ὧδε συμβεβηκὸς καὶ ὑποκείμενον, ἀλλ' ἐκ παραλλήλου διὰ δύο ὀνομάτων τὸ αὐτὸ
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.