Unit 10 rem close
Rem CLOSEOUT: Unit 10 CLOSEOUT.
Greek
ὑποκειμένη, φέρει καὶ τὸ μετὰ τὴν σκιὰν αἰσθητὸν καὶ ὁρατόν, οὕτω καὶ ὧδε, ἐπεὶ κατὰ ψυχὴν ἡ σκιὰ γίνεται, καὶ ὁ θάνατος ψυχῆς ἅπτεται. "ἡ ἁμαρτία"–σκιὰ ἦν– "ἀποτελεσθεῖσα" μήτηρ γίνεται θανάτου, τουτέστιν φέρει καὶ ποιεῖ θάνατον. "ἐὰν" οὖν "πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου". 62 ἐπερ · γέγονεν ἐν θλιβηροῖς; –ναί, εἰ ἦν φοβηθείς, ἡμάρτανεν. ἐπερ · τὸ "ἐν μέσῳ" ἐν τῇ ἁμαρτίᾳ; –οὐ τοῦτο λέγω. οὐ τὸ θλιβῆναι λέγω τὴν σκιὰν τοῦ θανάτου, ἀλλὰ τὴν ἐκ τοῦ θλιβῆναι ἔνδοσιν καὶ δειλίαν. ἐπεὶ οἱ μάρτυρες γέγοναν ἐν μέσῳ σκιᾶς θανάτου, οὐκ ἐν τῷ θανάτῳ δέ. ἐθλίβησαν, ὃ ἐπηγγέλλετο δὲ ἡ θλῖψις ἡ ἐπαγομένη, οὐχ ὑφέστασαν. τοιουτότροπον ἐλέχθη νόημα καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". μὴ γὰρ τοῦτο λέγουσιν· "μὴ ἐάσῃς ἡμᾶς θλιβῆναι". ἐὰν τοῦτο ᾖν, οὐδέποτε ἠλήθευσαν οἱ ἀπόστολοι λέγοντες· "ἐν παντὶ θλιβόμενοι". τὸ μὴ εἰσελθεῖν οὖν εἰς πειρασμὸν τοῦτο λέγομεν τὸ μὴ ἁλῶναι τῷ βουλήματι τοῦ πειράζοντος. "οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ". σὲ μετ' ἐμαυτοῦ ἔχων οὐδὲν φοβοῦμαι τῶν βλάπτειν δοκούντων. 4 ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. θεωρεῖς ὅτι οὐκ ἄπειρος ἦν τῆς σκιᾶς τοῦ θανάτου. ἡ βακτηρία σου ἡ ἀντιστήριγμά μου γινομένη καὶ ἡ ῥάβδος σου ἡ παιδεύουσά με παρεκάλεσάν με, ἔξω με πεποίηκαν τοῦ θανάτου, εἰ καὶ ἐν τῇ σκιᾷ αὐτοῦ γέγονα, εἰ καὶ ἐν μέσῳ τῆς σκιᾶς αὐτοῦ ἐχώρησα. λαμβάνεται ἡ ῥάβδος καὶ ἡ βακτηρία θεοῦ καὶ ἐπὶ παιδεύσεως καὶ ἐπὶ ἀντιστηριγμοῦ· "ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον". τὸν παιδευτικὸν καὶ ἐλεγκτικὸν λόγον ῥάβδον ὠνόμασεν. καὶ Κορινθίοις δὲ Παῦλος γράφει· "τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς"; καὶ ἐπὶ ἀντιστηριγμοῦ δὲ λαμβάνεται· "αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου". 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. εἰς τὸ προοίμιον λοιπὸν συνάπτομεν τὰ παρόντα· αὐτῶν γὰρ ἕνεκα γεγένηται, ὅτε ἐλέγομεν ὅτι μετὰ τὴν πόσιν τοῦ γάλακτος "στερεὰ τροφὴ" δίδοται οὖσα σοφία θεοῦ ἐν τελείοις λαλουμένη. ἡ δὲ καὶ ἐνταῦθα μετὰ τὴν κτηνώδη ἀγωγήν, εἰ καὶ μετ' εὐσταθείας καὶ πραότητος ἦν γινομένη, ποιμανθεὶς ὑπὸ σοῦ ἀκαθυστέρητος ἔμεινα· διεδέξατο γὰρ τὴν χλοὴν τράπεζα. ὡς προβάτου κατάστασιν εἶχον, χρείαν εἶχον μαθημάτων χλοῇ ἐοικότων 41 καὶ ὕδατος δύναμιν ἐχόντων. ὅτε δὲ προέκοψα ἐπιστραφείσης τῆς ψυχῆς μου ὑπὸ σοῦ ἐπὶ τὰς τῆς δικαιοσύνης τρίβους ὥστε ὑπὸ τῆς ῥάβδου καὶ τῆς βακτηρίας σου παρακληθῆναι, ἄνθρωπος γέγονα. διὰ τοῦτο οὐχ ἡτοίμασας ἔτι χλοήν, ἀλλὰ τράπεζαν, καὶ ἐνώπιόν μου ἐφανέρωσάς μοι αὐτῆς τὸ κάλλος τὸ τρό63 φιμον, τὸ ἐδώδιμον. ἡ σοφία σου εὐτρέπισέν μοι τὴν τράπεζαν ταύτην. "σφάξασα τὰ ἑαυτῆς θύματα" ἐπέθηκεν αὐτῇ. καὶ "τὸν οἶνον τὸν ἑαυτῆς" ἐπέθηκεν "κεράσασα" ταύτῃ τῇ τραπέζῃ καὶ πάντας ἐπὶ τὸ φαγεῖν καὶ πιεῖν ἀπὸ ταύτης τῆς τραπέζης καλεῖ. καὶ λέγομεν τράπεζαν ἐνταῦθα τῆς σοφίας τὴν θείαν παίδευσιν. ἐπίκειται δὲ ταύτῃ θύματα· ὅταν γὰρ ἱερουργήσωμεν καὶ σφάξωμεν τὰ δόγματα τῆς εὐσεβείας, ἵν' ἕτοιμα πρὸς τροφὴν αὐτὰ ποιήσωμεν, τότε ἐπίκειται τὰ θύματα τῇ τραπέζῃ. καὶ οὐκ ἄλλος γε ἔθυσεν αὐτὰ ἢ αὐτὴ ἡ σοφία ἡ "ἑτοιμάσασα τὴν ἑαυτῆς τράπεζαν"· οὐ γὰρ ἁπλῶς εἶπεν· "ἡτοίμασεν τράπεζαν", ἀλλὰ "τὴν ἑαυτῆς". σοφίας δὲ τράπεζα οὐκ ἔχει ἐπικείμενα ἄλλα ἐδέσματα ἢ τὰ σοφὰ παιδεύματα. εἶτα καὶ "τὸν ἑαυτῆς οἶνον ἐκέρασεν". προσέλαβεν αὐτῷ ὕδωρ, ἵν' ἡμεῖς ἀκράτου μὴ δυνάμενοι δέξασθαι κεκερασμένον λάβωμεν οἶνον. ἔστιν τινὰ ἄρρητα ῥήματα, ἃ οὐ . ἔστω ταῦτα οἶνος. ὅταν τις δύνηται ταῦτα εἰς διδασκαλίαν ῥητὴν ἀγαγεῖν, ἐκέρασεν, αὐτοῖς αἰσθητὸν ὕ δωρ ἐπιμείξας· τὰ παραδείγματα τὰ τῆς γραφῆς, αἱ λέξεις αἱ ἐν παραβολαῖς ἀπαγγελλόμεναι. πάλιν ἐπεὶ θεὸς λόγος ἐστὶν ἡ σοφία, οὐκ ἠδυνάμεθα δὲ ἀκράτους λαβεῖν τοῦ λόγου, ἐκέρασεν αὐτὸν τῇ ἐνανθρωπήσει, καὶ ἐδεξάμεθα λοιπὸν κεκραμένον οἶνον ἔκ τε τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τῆς μεγαλειότητος τοῦ μονογενοῦς. "γενάμενος δὲ ὁ λόγος σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ". ἰδοὺ τὸ κρᾶμα. οὐκ ἄλλου δέ τινος ἦν τοῦτο μεῖξαι ἢ τῆς σοφίας αὐτῆς. οἶδας ὅτι ὁ κεραννύων ἐνίοτε πρὸς τὴν ἕξιν τοῦ πίνοντος τὴν κρᾶσιν ποιεῖται. καὶ ἡ σοφία τοίνυν τὸν ἑαυτῆς οἶνον ἐκέρασεν καὶ οὐ πᾶσιν τὸ αὐτὸ κρᾶμα δίδωσιν, ἀλλ' ὃ χωρεῖ ἕκαστος. εἰσὶν οὖν νηπιώδεις, ἐν οἷς δοκεῖ τοῦτο τὸ κρᾶμα μᾶλλον
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.