Unit 10 rem mid
Rem mid: Unit 10; lemma continues; reading with the letter.
Greek
3 ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. οὐ τοσοῦτον διὰ τὴν ἐμὴν ἀξίαν, ὅσον διὰ τὴν ἑαυτοῦ προσηγορίαν τοῦτό μ̣οι παρ̣έσ̣χ̣εν· κἂν γάρ τις τρέχῃ ἐπὶ τὰ καλά, κἂν πόθον αὐτῶν ἔχῃ, ἐὰν μὴ ἐλεήσῃ θεός, οὐκ ἀνύεται τὰ σπουδαζόμενα. αὐτίκα γοῦν καὶ ἐν τῷ ἑκατὸν ὀκτωκαίδεκα ψαλμῷ λέγεται· "ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου". σοῦ πλατύναντος τὴν καρδίαν μου καὶ εὖρος τῇ νοήσει μου δεδωκότος ἔδραμον τὴν ὁδὸν τῶν ἐντολῶν σου. ἀεὶ οὖν διὰ τὸν θεὸν τὰ σπουδαζόμενα ἀνύεται. ἔκτισεν γὰρ τὰ λογικά, ἵνα μετέχωσιν αὐτοῦ τῆς ὀνομασίας. ὀνομασίας δέ φημι οὐκ ἐκ συλλαβῶν συνκειμένας, ἀλλ' ἐκ ποιότητος δεικνυούσης τὸ ὀνομαζόμενον· ἀποδέδοται γὰρ ὅρος ὀνόματος καὶ οὕτως· "ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου". καὶ ἔχει γε τοῦτο μάλιστα ἡ παρωνυμία. ἀπὸ σοφίας λέγεταί τις σοφός, καὶ οὐ ψιλὴν προσηγορίαν ἔχει, οὐ τὴν ἐκ συλλαβῶν συνκειμένην, ἀλλὰ τὴν δηλοῦσαν τὴν ποιότητα, ἣν παρέσχεν τῇ ψυχῇ ἡ σοφία. κεφαλαιώδης οὖν προσηγορία ἐστὶν τὸ κυρίως ὄνομα τὸ παραστατικὸν τῆς ποιότητος τοῦ ὀνομαζομένου. κἂν οὖν "ἄνθρωπον" εἴπῃς, παραστατικόν ἐστιν τῆς ποιότητος τοῦ ἀνθρώπου –ποιότητα δὲ ἐνταῦθα τὴν ἰδιότητα λέγω–· εἶπες γὰρ τὴν ἰδίαν ποιότητα τοῦ ὀνομαζομένου. ἰδία δὲ ποιότης ἐστὶν τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης· ἐὰν γὰρ ἄλλην εἴπῃς ποιότητα, μετέχουσιν αὐτῆς καὶ ἄλλοι· οὔκ ἐστιν ἰδία. λεγέσθω τις μαθητὴς ἰατροῦ, μηδὲν δὲ τῆς ἰατρικῆς εἰδέτω· οὐκ ἔχει τὴν ποιότητα τῆς ἰατρικῆς, καὶ ψόγος ἐστὶν τῷ παιδεύσαντι αὐτὸν τὰ ἰατρικά, ὅταν μηδὲν αὐτῶν εἰδῇ μηδὲ πράττῃ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. ἐπεὶ "ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ" "ἐπέστρεψεν τὴν ψυχήν μου", μετ' ἐμοῦ ἐστιν. μετ' ἐμοῦ δὲ ὄντος αὐτοῦ, ἀπαλέξουντος πᾶν κακὸν οὐκ ἐνγίζει μοι οὐδὲ σκιὰ θανάτου. κακὰ δὲ διχῶς ἐν γραφῇ λέγεται, τάχα δὲ καὶ ἐν τῇ συνηθείᾳ. τὰ ἐναντία τῆς ἀρετῆς εἴδη τῆς κακίας λέγεται κακά· ὡς ἐὰν λέγῃ· "ἐν γέλωτι ἄφρων πράσσει κακά", καί· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". λέγουσιν δὲ καὶ τὰ ἀηδῆ κακά, ἐπεὶ τὰ ἡδέα οἱ ἄνθρωποι λέγουσιν εἶναι ἀγαθά. καί εἰσίν γε ἀνθρώπων ἀγαθὰ οὐκ ἀληθῶς ἀγαθά. διὰ τοῦτο καὶ πρὸς τὸν πλούσιον ὁ Ἀ βραὰμ εἶπεν· "ἀπέλαβες τὰ ἀγαθὰ σοῦ". ὡς, εἰ περὶ τῶν 61 ἀρετῶν ἔλεγεν, οὐκ ἂν εἶπεν· "τὰ ἀγαθὰ σοῦ". "κύριος ἀγαθὰ δώσει τοῖς αἰτοῦσιν αὐτόν". μὴ εἶπεν· "τὰ ἀγαθὰ αὐτῶν". ὅταν γοῦν λέγῃ ὁ Ἰώβ· "εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν"; κακὰ λέγει τὴν ἕλκωσιν, τὸν οἴκτιςτον θάνατον τῶν τέκνων καὶ τὰ ἄλλα. φαίνεται δὲ μάλιστα τὸ ἐκ τοῦ Ἰσαίου οὕτω λέγοντος τοῦ προφήτου περὶ τοῦ θεοῦ· "καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά". οὐδὲ ἀνθρώπου σοφοῦ ἐστιν ἐπάγειν τὰ εἴδη τῆς 40 κακίας κακὰ ὄντα, οὔ τί γε λοιπὸν θεοῦ. καὶ αὐτοὶ γοῦν οἱ κακοὶ ὅτε ὑποκρίνονται ὑποκρίνονται ἀρετήν, οὐ λέγουσιν ὅτι· "ἐπιφέρομέν τινι κακόν". λέγεται δὲ περὶ τοῦ θεοῦ ὅτι ὡς σοφὸς ἐπάγει κακά. τὰ κακωτικὰ λέγει. καὶ θεώρει τὸ τέλος τῆς ἐπαγωγῆς τῶν κακῶν· "καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ". ἐπὶ τῷ μὴ ἀθετηθῆναι αὐτοῦ τὸν λόγον ἐπάγεται τὰ ἐπίπονα· ἐπεὶ γὰρ προστακτικῷ λόγῳ ἤκουσαν ἃ δεῖ ποιεῖν καὶ ὧν δεῖ ἀπέχεσθαι, κατεφρόνησαν δὲ τούτου τοῦ λόγου καί, τὸ ὅσον ἧκεν εἰς τὴν αὐτῶν μοχθηρίαν, ἠθετήθη, ἐπάγει κακά, ἵνα μὴ ἀθετηθῇ ὁ λόγος αὐτοῦ. καὶ ἡ χειρουργία δὲ ἡ ἰατρικὴ καὶ ἡ καῦσις ὑγίειαν φέρουσα τῷ πάσχοντι ταῦτα, οὔκ εἰσιν κακά. σκιὰν δὲ ἐνταῦθα λέγει οὐκ ἐκείνην, ἣν λέγομεν ἔχειν τὸν νόμον–"σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα θῶν"–, ἀλλὰ ὧδε σκιὰν̣ λέγει τὴν προυφισταμένην τοῦ θανάτου. προυφίσταται δὲ τοῦ θανάτου ἡ ἁμαρτία. θάνατον δὲ λέγω νῦν οὐ τὸν κοινόν. ἴδε· οἱ ζωγράφοι πρὸ τῶν εἰκόνων καὶ τῶν μορφῶν σκιογραφοῦσιν. καὶ ἀρχὴ εἰκόνος ἐστὶν ἐκείνη ἡ σκιά. καὶ ὁ θάνατος τοίνυν ἔχει σκιάν, τὴν ἁμαρτίαν. αὕτη δὲ προτυποῖ καὶ προδείκνυσιν τὸν θάνατον. ἐὰν γοῦν ἐν μέσῳ τῆς σκιᾶς γένωμαι τοῦ θανάτου, οὐ φοβοῦμαι αὐτόν. οἷον ὁ Ἰωσήφ, ὅσον ἐπὶ προτροπῇ τῇ κατασπάσαι αὐτὸν θελούσῃ εἰς ἀκολασίαν, γέγονεν ἐν μέσῳ τῆς σκιᾶς τοῦ θανάτου, καὶ οὐ πεφόβηται κακόν, οὐχ εἷλεν αὐτὸν ἐκείνη. ἐπερ · ἡ σκιὰ ἡ ἐν μέσῳ; –ἐπεὶ οὐ περὶ κοινοῦ θανάτου ὁ λόγος, οὐδὲ περὶ τῆς σκιᾶς αὐτοῦ οὕτω διανοεῖσθαι ἔδει· ὥσπερ γὰρ ἐκείνη ἣν λέγεις προτύπωσις αἰσθητή τις οὖσα καὶ ὄψει
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.