Commentarii in Psalmos · §u10-rem-early

Unit 10 rem early

Rem early: Unit 10; lemma and argument toward the thesis.

Greek

ἔλεγεν· "μίαν ᾐτησάμην παρὰ κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου" –οὐ παροικεῖν–"πάσας τὰς ἡμέρας τῆς ζωῆς μου". ἔχει δὲ καὶ ὁ εἰσαγόμενος ζωὴν καὶ ὁ προκόπτων καὶ ὁ τελειούμενος. διὸ πλῆθος οἶδεν ζωῶν ὁ λέγων· "κρεῖττον τὸ ἔλεός σου ὑπὲρ ζωάς"· ἐν ὁποίᾳ γὰρ ἐὰν γένωμαι ζωῇ, ἐλέῳ σου κατέχομαι καὶ βοηθοῦμαι. 2–3 ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με, τὴν ψυχήν μου ἐπέστρεψεν. ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης. πόμα ἐστὶν κατάλληλον τὸ ὕδωρ τοῖς προβάτοις. οἱ νομὴν προσφερόμενοι καὶ τρεφόμενοι ὕδατι ποτίζονται οὐκ οἴνῳ ἔνθα γὰρ ἄρτος, ἐκεῖ καὶ ὁ οἶνος ὀνομάζεται· "ἄρτος στηρίζει καρδίαν ἀνθρώπου"– τελεία δὲ τροφὴ διὰ τοῦ ἄρτου δηλοῦται–, "καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου". ἔνθα οὖν χλοή, ἐκεῖ καὶ τὸ ὕδωρ, καὶ ὅπου ἄρτος, εὑρίσκεται καὶ οἶνος. ἡ δὲ εὐωχία ἡ τελεία ἐξ ἄρτου καὶ οἴνου συνπληροῦται· ἡ γὰρ προβατώδης κατάστασις ἐκ χλοῆς καὶ ὕδατος βοηθεῖται. δύναται τὸ "ὕδωρ τῆς ἀναπαύσεως" εἰρῆσθαι διὰ τὸ μὴ κάμνειν τὸν ἀρυόμενον αὐτό· "ὁ πίνων" γὰρ "ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω", ἕξει "πηγὴν ἁλλομένην εἰς ζωὴν αἰώνιον". οὐ κάτω ὂν τὸ ὕδωρ ἀνιμᾶται, ἀλλ' αὐτὸ ἁλλόμενον ἔρχεται πρὸς τὸν πίνοντα. ὅθεν "ὕδωρ ἀναπαύσεώς" ἐστιν. τοῦτο τὸ ὕδωρ πρὸς τῷ τρέφειν καὶ καθαίρει. καὶ ἐπεὶ ἡ ψυχὴ καθαιρομένη ἀποβάλλει τὴν ἁμαρτίαν– αὕτη γὰρ "ταλάντῳ μολίβδου" παρεβάλλετο–, ἀνάπαυσιν παρέχει τὸ ὕδωρ. ἀμφότερα ἐκβάλλει καὶ τὸ δίψος καὶ τὸν ῥύπον. εἶτ', ἐπεὶ περὶ ποιμάνσεως καὶ χλοῆς καὶ ὕδατος μνημονεύει, εὐθέως μετάγει εἰς τὸν ἔσω ἄνθρωπον τὸν λόγον 59 καὶ λέγει· "τὴν ψυχήν μου ἐπέστρεψεν". τῇ ἐπιστροφῇ ἡ μεταβολὴ δηλοῦται. οὐκέτι πρόβατον μένω, οὐκέτι ὑπὸ ποι μένα εἰμί, οὐχ ὕδατος ὄρεξιν ἔχω. "τὴν ψυχήν μου ἐπέστρεψεν". τί δὲ ὑπῆρκται ἐπιστραφείσῃ τῇ ψυχῇ μου; "ὡδήγησεν" αὐτὴν ὁ θεὸς "ἐπὶ τρίβους δικαιοσύνης". αἱ τρίβοι τῆς δικαιοσύνης αἱ κατ' εἶδός εἰσιν ἀρεταὶ ἢ αἱ πράξεις τῶν ἀρετῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων τὸ τῆς δικαιοσύνης ὄνομα τὴν καθόλου ἀρετὴν σημαίνει· ἔστιν μὲν γὰρ καὶ εἰδ̣ικὴ ἀρετὴ οὕτω καλουμένη δικαιοσύνη. ἐὰν λέγωμεν ὅτι τέσσαρές εἰσιν αἱ γενικαὶ ἀρεταὶ, ἀνδρεία, δικαιοσύνη, σωφροσύνη, φρόνησις, ἡ μία τῶν ἀρετῶν σημαίνεται διὰ τοῦ "δικαιοσύνη". καὶ ὅταν λέγῃ ὅτι· "καὶ ὑμεῖς, οἱ δεσπόται, τὴν ἰσότητα καὶ τὸ δίκαιον", ὧδε τὸ κατ' ἀξίαν δίκαιον σημαίνεται. καὶ ὅταν λέγῃ ὅτι· "στάθμια δίκαια καὶ ζυγὸν δίκαιον", ποιητικὸν δικαιοσύνης μνημονεύει. καὶ παρονομάζει ἀπ' αὐτῆς τὸ δίκαιον τὸ κατ' ἀξίαν ἀπονεμητικὸν καὶ τὸ ὡς λέγο̣υ̣σ̣ιν ἐπανορθωτικόν· διττῶς γὰρ ἡ δικαιοσύνη λέγεται ἤτοι ἐπανορθωτικὴ ἢ τοῦ κατ' ἀξίαν ἀπονεμητική. τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον καὶ ἵνα ἀπὸ τῶν γραφῶν αὐτὸ παραστήσω· προστάττει ὁ νόμος· "ὀδόντα ἀντὶ ὀδόντος καὶ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ". ὁ βίᾳ ἐπελθών τινι καὶ ἐκκόψας αὐτοῦ τὸν ὀφθαλμὸν ἥδεται ἀμυνόμενος ἐχθρόν. ὁ ἀφαιρεθεὶς τὸν ὀφθαλμὸν λυπεῖται ἢ τὸν ὀδόντα. δίδωσιν ὁ θεὸς νόμος τὸ αὐτὸ παθεῖν τὸν κακῶς προσδια τεθεικότα. καὶ ἀπὸ τῆς ἡδονῆς αὐτοῦ ἀφαίρεσις γίνεται καὶ προστίθεται τῷ ὀδυνωμένῳ διὰ τὸ παθεῖν τὰ ἐπίπονα, καὶ γίνεται ἰσότης. τοῦτο οὖν ἐπανορθωτικὸν λέγεται δίκαιον. τὸ διανεμητικὸν οὐκ ἐν τῇ ἰσότητι τῆς φύσεως τοῦ πρ̣άγματος φαίνεται, ἀλλ' ἐν τῇ ἀναλογίᾳ τῆς διανομῆς. τρίβοι οὖν δικαιοσύνης 39 εἰσὶν αἱ κατημαξευμέναι ὁδοὶ αὐτῆς, αἱ πεπατημέναι ὑπὸ πολλῶν. δύνανται δὲ καὶ τρίβοι δικαιοσύνης εἶναι αἱ πρακτικαὶ τῆς δικαιοσύνης ἐνέργειαι· τότε γὰρ μάλιστα πατεῖται καὶ τρίβεται ἡ δικαιοσύνη, ὅταν πράττηται. ὅτι δὲ ἡ πρακτικὴ ἀρετὴ σημαίνεται τούτῳ τῷ ὀνόματι τῆς δικαιοσύνη̣ς, πιστοῦται ἐκ τούτου· "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώςσῃ αὐτοῦ καὶ οὐκ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν". καὶ μεθ' ὁλίγα· "ὁ ποιῶν ταῦτα οὐ μὴ σαλευθῇ εἰς τὸν αἰῶνα". θεωρεῖς ὅτι τὰ εἴδη τῆς ἀρετῆς πάντα συναγαγὼν εἰς ταὐτὸν γενικῶς εἶπεν αὐτὴν δικαιοσύνην. "ὡδήγησέν με" οὖν "ἐπὶ τρίβους δικαιοσύνης". καὶ οἱ πρὸ τοῦ νόμου τοῦ γραπτοῦ ταύτην ὥδευσαν τὴν δικαιοσύνην. περὶ οὖν τοῦ Ἀβραὰμ εἴρηται ὅτι "ἐφύλαξεν πάντα τὰ δικαιώματα καὶ προστάγματα" τοῦ κυρίου. καίτοι οὔπω ἦν δοθέντα, ἀλλ' ἐφύλαξεν αὐτά, κατ' αὐτὰ ἔζη. καὶ ὁ Ἅβελ οὖν ἐπὶ δικαιοσύνῃ μαρτυρεῖται. 60 ἡ ἐπιστροφὴ οὖν τῆς ψυχῆς ἡ ὅδευσίς ἐστιν ἡ ἐπὶ τὰς τρίβους τῆς δικαιοσύνης ἀπάγουσα, ἵνα μηκέτι ᾖν πρόβατον.

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.