Commentarii in Psalmos · §u12-rem-close

Unit 12 rem close

Rem CLOSEOUT: Unit 12 CLOSEOUT.

Greek

δύναται τοιαῦτα λέγειν περὶ ἑαυτῆς. σπάνιος δέ ἐστιν ὁ τοιοῦτος, καὶ διὰ τὸ δυσεύρετον τάχα τισὶν νομίζεται μηδὲ ὑπάρχειν. ἔτι τὸ σπάνιον δείκνυσιν ὁ παροιμιαστὴς λέγων· "τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν καὶ παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας"; ἁγνὸν λέγων τῇ καρδίᾳ τὸν ὀρθῶς περὶ τῆς εὐσεβείας διακείμενον καὶ φρονοῦντα. ὁ κατὰ τὴν ἀλήθειαν πεποιωμένος, ἐκεῖνος ἁγνὴν ἔχει τὴν καρδίαν. ὁ δὲ καὶ πρακτικῆς 75 ἁμαρτίας ἐκτὸς ὢν παρρησιάζεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας. ὅτι δὲ ἡ ἀλήθεια καὶ τὰ φρονούμενα ἀληθῶς ἁγνίζει τὴν ψυχὴν καὶ τὴν καρδίαν, Πέτρος ὁ ἀπόστολος γράφει· "τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας". καὶ Ἰάκωβος δὲ γράφει· "καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίαν, δίψυχοι". καθαρίζουσιν τὰς χεῖρας οἱ τὰς πράξεις ἑαυτῶν ἐναρέτους ποιοῦντες, καὶ ἁγνίζουσιν τὴν ψυχὴν ἑαυτῶν οἱ πᾶσαν διψυχίαν ἀποβάλλοντες· "καὶ ἁγνίσατε" γάρ, φησίν, "καρδίας, δίψυχοι". ὡς ἐπὶ τὸ πλεῖστον δὲ οἱ φαύλως φρονοῦντες διψυχοῦσιν. ἐνίοτε προλαμβάνονται δόξῃ καὶ κατέχονται ὑπ' αὐτῆς, ἐπιστάνοντες δὲ τοῖς πράγμασιν ἄλλως αὐτὰ ἔχοντα εὑρίσκουσιν, καί πώς ποτε ἐνμένουσιν τῇ κρατησάσῃ κακοδοξίᾳ. παρίσταται οὖν καθαρὸς ἀπὸ ἁμαρτίας ὁ πρακτικὸν κατ ορθώσας βίον. ἁγνὴν ἔχει καρδίαν ὁ τὰ τῆς ἀληθείας φρονῶν, ὁ "τὰ μυστήρια τῆς βασιλείας" ἐν ψυχῇ λαβὼν καὶ κατ' αὐτὰ μυηθείς. οὗτος οὖν αἴρει τὴν ψυχὴν πρὸς τὸν κύριον. οὐχ ὁ τυχών ἐστιν ὁ αἴρων. τάχα εἰπεῖν εὔκολον παντί, πρᾶξαι δὲ ἢ δύσκολον ἢ ἐγγὺς λοιπὸν τοῦ ἀδυνάτου ἔφθασεν τὸ πρᾶγμα ου διὰ τὴν ἑαυτοῦ φύσιν. καὶ τοῦτο δέ, ἐπεὶ κατὰ τὸν ἀπόστολον "οὐδεὶς λέγει κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ". καὶ αὐτοὶ οὗτοι οἱ ἄνδρες ὅτε κύριον τὸν θεὸν λέγουσιν, οὐ μόνῃ φωνῇ λέγουσιν, ἀλλὰ πράξει καὶ διαθέσει. ὅταν οὕτως ὡς πρὸς δεσπότην διατεθέντες πράττωσιν ἃ αὐτὸς βούλεται καὶ προστάττει, πραγματικῶς εἰσιν δοῦλοι, καὶ ἐπεὶ ἀντιστρέφει τὰ πρός τι τοῦ πραγματικῶς δούλου, δεσπότης πραγματικῶς ἐστιν. 1–2 ὁ θεός μου, ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην. ηδε ὁ ἔχων ἐπιστήμην ἠκριβωμένην πεποιθὼς αὐτῇ πρὸς πάντας διαλέγεται καὶ οὐ καταισχύνεται. ὁ πεποιθὼς ἐπὶ ἀρετῇ οὐχ ἁλίσκεται κακίᾳ· διὸ οὐ καταισχύνεται. ἁμαρτανόντων γάρ ἐστιν τὸ αἰσχύνην ὑφίστασθαι· "ἀναστήσονται" γοῦν τινες "εἰς ὀνειδισμὸν καὶ αἰςχύνην αἰώνιον". εὔχεται οὖν τοῖς ἀναισθήτοις ὁ λόγος αἰσχύνην ὑπαρχθῆναι· "πλήρωσον", φησίν, "τὰ πρόσωπα αὐτῶν ἀτιμίας"–περὶ φαύλων λέγει–, "καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος". ὅταν αἰσθηθῶσιν, οἷ κακῶν εἰσιν, ἀπόλλυνται κατὰ τὴν κατάστασιν ἐκείνην ᾗ ποιοί εἰσιν. ὁ ἐπὶ ἀδικήμασιν πεποιθὼς ἄδικος ἐὰν γνῷ ὅτι ἀδικεῖ, αἰσχύνεται καὶ ἀπόλλυται ᾗ ἄδικός ἐστιν, οὐχ ᾗ λογικὴ οὐσία. διὰ τοῦτο οἱ ἀπόστολοι λέγουσιν· "ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης". οὐ μόνον τὰ φανερὰ ὀνείδη καὶ αἰσχύνην ποιοῦντα ἀπειπάμεθα, ἀλλὰ καὶ τὰ κρυπτά. δύναται δὲ καὶ οὕτως· τισὶν κρυπτά ἐστιν τὰ τῆς μέθης. ὅταν ἐναβρύνωνται ἐν οἴνοις, οἷοι ἦσαν περὶ ὧν γράφει Παῦλος, "ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν", ἐν οἷς δεῖ αἰσχύνεσθαι, αὐτοὶ δοξάζεσθαι θέλουσιν. ἔστιν 50 γοῦν εὑρεῖν ἀνθρώπους δοξάζεσθαι θέλοντας ἐπὶ πολυοινίᾳ. ἐπερ · πῶς κρυπτά; – διττῶς εἶπον τὰ κρυπτά· εἰσὶν ἐν λογισμοῖς ἁμαρτήματα. οὐ μόνον οὖν ὁ σπουδαῖος καὶ φαῦλος τὰ πρακτικὰ παραιτεῖται, ἀλλὰ καὶ τὰ κρυπτά, ὡς 76 καὶ εὐχὴν ἀναπέμπειν· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με". ἄλλως δὲ κρυπτὰ λέγεται τὰ ἀγνοούμενα. περὶ πάντων τῶν φανερῶν παραπτωμάτων θαρσήσας ὁ ἅγιος ὅτι ἄπεισιν αὐτοῦ, λέγει· "παραπτώματα τίς συνήσει"; σπάνιός ἐστιν ὁ συνιεὶς τὰ παραπτώματα. ἐπεὶ οὖν ἐνχωρεῖ κἀμὲ ἀγνοεῖν αὐτά, "ἀπὸ τούτων με καθάρισον. φεῖσαι ἀπὸ ἀλλοτρίων τοῦ δούλου σου"· ἀλλότρια γάρ μού εἰσιν, τῆς οὐσίας μου, καὶ αὐτὰ καὶ οἱ ἐνεργοῦντες αὐτὰ κατ' ἐμοῦ. καὶ λοιπὸν ἐπιφέρει· "ἐὰν μή μου κατακυριεύσουσιν". ἐὰν μὴ τὰ κρυπτὰ κατακυριεύσουσιν, "τότε ἄμωμος ἔσομαι". καὶ ἐπιφέρει· "καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης". ἐλέγομεν ταῦτα ἐν λογισμοῖς εἶναι, καὶ οὕτω γε εἶναι ὡς ἀγνοεῖσθαι τῷ ἔχοντι. πῶς οὖν ὁ ἀπὸ τούτων καθαιρόμενος "ἀπὸ ἁμαρτίας μεγάλης" καθαίρεται; οἶδας ὅτι τὸ "μέγα" τῶν πρός τί ἐστιν. ὡς πρὸς τὸν θέλοντα εἶναι ὁλοκάθαρον καὶ τὰ βραχέα τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι. καὶ ἔλαβόν ποτε παράδειγμα τοιοῦτο ὅτι· ἐὰν ἱμάτιον πολλάκις

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.