Commentarii in Psalmos · §u13-open

Commentarii in Psalmos Unit 13 opening

Unit 13.

Lemma-led open — εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος

Greek

ἄλλοθεν ἔχῃ ῥύπον, κἂν θίγῃ τις αὐτοῦ, κἂν ἅψηται, οὐ δοκεῖ προσειληφέναι τι. ἐὰν δὲ εὐθέως ᾖν ἀπὸ γναφείου κομισθέν, καὶ ἡ ψηλάφησις τῶν δακτύλων δοκεῖ μῶμος εἶναι, δοκεῖ ποιεῖν αὐτῷ ἀκάθαρτόν τι. ὁ ὁλοκάθαρος οὖν ἀνὴρ καὶ τὸ βραχὺ ἐν λογισμῷ μεγάλην ἁμαρτίαν ἡγεῖται. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν διάνοιαν πάντας δυναμένην ὠφελεῖν· πρὸς τὴν πρακτικὴν ἁμαρτίαν βραχυτάτη ἐστὶν ἡ ἐν λογισμοῖς. εἴ τις εἶδεν γυναῖκα πρὸς ἐπιθυμίαν καὶ ἔστησεν μέχρι τῆς προπαθείας τὴν ὄρεξιν, οὐ πράξει τὴν πρακτικήν. ἐὰν οὖν αὐτὴ περιαιρεθῇ ἡ προπάθεια, καθαίρεταί τις ἀπὸ ἁμαρτίας μεγάλης, ἀπὸ πρακτικῆς ἁμαρτίας καθαρίζεται. εἰς τοσαύτην καθαρότητα ὁ ταῦτα λέγων ἐληλύθει ὡς λέγειν που· "εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος". ὥσπερ ἐπιζήμιόν τι καὶ κόλασιν καθ' ἑαυτοῦ φέρει, ἐὰν ἔχῃ ἐν καρδίᾳ ἀδικίαν. λέγει· "διὰ τοῦτο εἰςήκουσέν μου ὁ θεός", προσυπακουομένου· "διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός", "ὅτι οὐκ ἐθεώρουν μου ἐν καρδίᾳ ἀδικίαν". εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ, μὴ δεξάσθω τὴν εὐχήν. "διὰ τοῦτο" οὖν "εἰσήκουσέν μου". ἔλεγον τοῦτο ὅτι ὁ ἐπὶ θεῷ τὴν πεποίθησιν ἔχων πάντα κατορθοῖ τὰ ἄξια τοῦ κατορθωθῆναι· οὐ γὰρ ἐκεῖνα λέγω κατορθοῖν ἃ ἀπαγορεύει θεός. ἔλαβόν ποτ' ἐκεῖνο τό· "καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν". τί δὲ ἕπεται τῷ αἰσχυνθῆναι καὶ ἀπολέσθαι ἢ τὸ γνῶναι "ὅτι ὄνομα κύριός" ἐστιν; ὁ θεὸς λέγει γοῦν πρός τινα μετὰ τὰ κακὰ ποιεῖν καὶ φρονεῖν ἀπαυθαδιζομένην· "αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου". ἀτιμίᾳ ὑπεβλήθης. σὺ τὴν πρόφασιν δέδωκας· ἐποίησας γὰρ ἐκεῖνα τὰ ἀτιμίαν 77 σοι ἐπιφέροντα. αἰσχύνθητι οὖν ἐφ' οἷς ἔπραξας, καὶ λαβὲ τὴν ἀτιμίαν σου μὴ λέγουσα ὅτι· "οὐχ ἥμαρτον"· τῷ γὰρ θεῷ ἔλεγεν· "οὐχ ἥμαρτον", ὡς τὸν θεὸν λέγειν· "ἰδοὺ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σέ· οὐχ ἥμαρτον". καὶ κρίνομαι πρὸς σέ, οὐχ ἵνα καταδικάσω σέ, ἀλλ' ἵνα αἰσχυνθεῖσα παύσῃ τῆς ἀτιμίας. 2 μηδὲ καταγελασάτωσάν μου οἱ ἐκθροί μου. τότε οἱ ἐκθροί μου καταγελῶσίν μου, ὅταν λέγων ἐπὶ σὲ πεποιθέναι τὰ αἰσχύνης ποιητικὰ ἐνεργῶ. ἐμοῦ εἰσιν ἐκθροί, οὐκ ἐγὼ αὐτῶν. διὰ τοῦτο καὶ ὁ σωτὴρ λέγει· "ἀγαπᾶτε τοὺς ἐκθροὺς ὑμῶν". δοκεῖ ἡ προσθήκη παρέλκειν· ἔδει γὰρ εἰπεῖν· "ἀγαπᾶτε τοὺς ἐκθρούς"· ἀλλ' ἐπεὶ οἱ Χριστοῦ δοῦλοι οὐκ ἔχειν ἐχθροὺς ὀφείλουσιν, ἄλλοι δὲ θέλουσιν εἶναι ἐχθροί, ἐκείνους ἀγαπάτωσαν. ὁ τόπος ἐκεῖνος ὁ παρὰ Ἀριστοτέλει πώς ποτε δοκεῖ πρὸς πολιτισμὸν καλῶς ἔχειν. λέγων περὶ προηγουμένου καὶ ἑπομένου ἔλεγεν· προηγουμένως θέλομεν τοὺς φίλους δικαίους εἶναι, κἂν μακρὰν ὦσιν. κατὰ συμβεβηκὸς δὲ τοὺς ἐχθροὺς θέλομεν εἶναι δικαίους, ἵνα μηδὲν βλάπτωσιν. δι' ἑαυτοὺς καὶ τοῦτο θέλομεν. οἱ δὲ ἀπόστολοι 51 τοῦ Χριστοῦ οὐχ ἵνα μὴ βλάπτωσιν αὐτούς, εὔχονται περὶ αὐτῶν, ἀλλ' ἵν' ἐκεῖνοι μὴ βλάπτωνται. 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. τὸ "πάντες" πολλάκις ἐν τῇ γραφῇ ἀντὶ τῆς ἀποφάσεως τῆς καθόλου λαμβάνεται· οὐδὲ γὰρ τοῦτο λέγομεν ὅτι τῶν ὑπομενόντων οἱ μὲν καταισχύνονται, οἱ δὲ οὔ, ὡς διδάσκει ἡ μερικὴ ἀπόφασις ἡ λέγουσα· οὐ πάντες ἄνθρωποι δίκαιοι. ὧδε οὖν ἀντὶ τοῦ "οὐδείς"· οὐδεὶς τῶν ὑπομενόντων σε καταιςχύνεται. καὶ συνεχῶς γε ἐν τῇ γραφῇ ἡ καθόλου ἀπόφασις διὰ τῆς καθόλου καταφάσεως ἐκ μεταθέσεως λαμβανομένης σημαίνεται. οἶδας δὲ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις πολλάκις ἕπεται τῇ ἁπλῇ ἀποφάσει. 3 αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. τὸ "διὰ κενῆς ἀνομεῖν" οὕτως ἄκουε· ἡ κακία διὰ κενῆς ἐνεργεῖται, οὐκ ἐπὶ τῷ κλέος ἀγαγεῖν, οὐκ ἐπὶ τῷ ἐπαγγελίαν. ἀσύνστατός ἐστιν, ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ἐὰν οὖν ὁ ἔχων τὴν κακίαν θελήσῃ ἀποβαλεῖν αὐτήν, οὐκέτι ὑφίσταται. τινὲς δὲ πάλιν ἢ κατὰ ἄγνοιαν ἢ σοφιστικώτερον λέγουσιν ὅτι καὶ ἡ ἀρετὴ οὕτως ἔχει, ὅτι καὶ αὐτὴ ἐν ἄλλῳ ἔχει τὸ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.