Unit 14 rem early
Rem early: Unit 14; lemma and argument toward the thesis.
Greek
θεοῦ φῶς ἅμα φαινόμενον καὶ τὴν ὄψιν παρέχει καὶ φωτίζει αὐτήν. τοῖς γοῦν ἀγνοοῦσιν αὐτὸν τυφλοῖς οὖσιν ὅτε ἀνατέλλει, ἀμφότερα χαρίζεται καὶ τὸ ὄψιν ἔχειν νοῦ καὶ τὸ ἀντιλαμβάνεσθαι τοῦ φωτός–, οὕτω 84 καὶ ἡ διαθήκη οὐ προσάπαξ λύεται, ἀλλ' ἐάν τις σήμερον ἄξιον ἑαυτὸν καταστήσ̣ῃ τοῦ υἱὸν εἶναι τοῦ διαθεμένου καὶ κληρονόμον, τότε δηλο̣ῦται αὐτῷ. "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ἐπεὶ "οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους", ἀνάγκη καὶ τοὺς δικαίους διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν πρὸς αὐτόν. οὐ ποτὲ μὲν αὐτὸν ὁρῶσιν, ποτὲ δὲ οὔ, ἀλλά τινα τῶν ἀπηγορευμένων· ὅνπερ γὰρ τρόπον "οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν", οὕτως οὐδεὶς δύναται πρὸς θεὸν τοὺς ὀφθαλμοὺς ἔχειν καὶ πρὸς τὴν κακίαν ἢ τὸν ποιητὴν τῆς κακίας πρῶτον. ὁ θεὸς νοερά ἐστιν οὐσία βλεπομένη ὀφθαλμοῖς διανοίας. ὅταν οἱ ὀφθαλμοὶ τῆς διανοίας πρὸς τοῦτον μόνον τεταμένοι γένωνται, οὐδὲν ἕτερον ὁρῶσιν. τὰ δὲ χείρονα οὐ πεφύκασιν βλέπειν, ὅτε τὸν θεὸν ὁρῶσιν, ὥσπερ οὐ πέφυκεν δουλεύειν μαμωνᾷ ὁ θεῷ δουλεύων. τὸ "οὐ πέφυκεν" δὲ οὕτω λέγω· οὐ πέφυκεν τὸν ἀδικοῦντα δικαιοσύνην ποιεῖν· οὐ γὰρ οὕτω λέγω ὡς λέγω ὅτι "οὐ πέφυκεν τὸν ἄνθρωπον πτῆναι", ἀλλ' ὅσον ἐστὶν δίκαιος οὐ πέφυκεν πρὸς ἁμαρτίαν, ὅτε ἁμαρτωλός ἐστιν, οὐ πέφυκεν πρὸς ἀρετήν. "οἱ ὀφθαλμοί μου" 56 οὖν "διὰ παντὸς πρὸς τὸν κύριον". ἀεὶ αὐτὸν ὁρῶ. ὁ δὲ ὁρῶν θεὸν οὐχ ἁμαρτάνει· "πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν". καὶ ὅρα γε τὸ εὐλαβὲς τῶν ἁγίων· εἰ καὶ αὐτὸς προαιρέ σει ἔτεινεν τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον, δηλονότι οὐχ ἁμαρτάνων, τῷ θεῷ τὸ κατόρθωμα τῆς ἀναμαρτησίας ἐπιγράφων λέγει· "ἐπεὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς αὐτόν", διὰ τοῦτο ἔξω γίνομαι τῆς παγίδος ἧς σκευάζει ἡ ἁμαρτία· "αὐτὸς" γὰρ "ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου". ἐζήτησάν τινες τῶν ἀρχαίων, ὃ καλὸν εἰπεῖν, ὅτι ὁτὲ μὲν ἑνικῶς ὁ ὀφθαλμὸς ὀνομάζεται τοῦ ἔσω ἀνθρώπου, ὁτὲ δὲ πληθυντικῶς. ἐν τῷ ᾄςματι γοῦν τῶν ᾀσμάτων λέγεται· "ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου". "ὁ ὀφθαλμός μου κατήγαγεν δάκρυα". "ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου". ὁτὲ δὲ πληθυντικῶς· "ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη"· καὶ ἐν τῷ παρόντι στίχῳ· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". καί· "πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας". διττὴν γνῶσιν ἔχομεν· τότε γὰρ ἀληθείας ἐστὶν γνῶσις, ὅταν τὸ ἑκάστου γιγνωσκομένου δέχηται εἰς ἑαυτὴν εἶδος. εἰσὶν ὁρατὰ καὶ ἀόρατα θεοῦ ποιήματα· καὶ ἐκ μεγέθους τούτων καὶ τῆς καλλονῆς ὁ κατασκευάσας αὐτὰ θεωρεῖται. ὀφθαλμὸς δέ ἐστιν ὁ τὰ ἀόρατα ὁρῶν ὁ νοῦς ἡμῶν, ἡ καθαρὰ καρδία, ἥτις καὶ τὸν θεὸν βλέπει. ἔχομεν δὲ καὶ τὴν αἴσθησιν ὀφθαλμῶν. καὶ ἐὰν ἐπιβάλλῃ τοῖς ὁρατοῖς ποιήμασιν τοῦ θεοῦ οὕτως, ὡς κατεσκευάσθησαν καὶ ἔχουσιν φύσεως, ὑγιαίνει. ὅταν δέ, φέρε, ὁρῶντες τὸν ἥλιον θεὸν αὐτὸν νομίζωμεν, ὁρῶντες τὴν διάταξιν τὴν οὐράνιον ἡγώμεθα γενεθλιαλογίαν εἶναι, οὐκ ὀρθῶς βλέπει ὁ ὀφθαλμὸς οὗτος· ἔδει γὰρ "τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως 85 κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶσθαι". τὰ ἀόρατα τοῦ θεοῦ τότε ὁρᾶται, ὅταν ἐπιβάλλωμεν τοῖς θεοῦ ὁρατοῖς δημιουργήμασιν καὶ οὕτως ἀπὸ κτίσεως τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ τὰ ἀόρατα τοῦ θεοῦ καθορῶμεν. τὰς ἐν τῷ νῷ τῶν ἀνθρώπων τέχνας καὶ τὰς ἐπιστήμας ἰδεῖν οὐ δυνάμεθα ἅτε τοῦ νοῦ ἀοράτου ὄντος. ἐκ τῶν κατασκευαζομένων δὲ ἔργων ἢ θεωρημάτων ἐπιστημονικῶν λαμβάνομεν τὴν αἴσθησιν τοῦ νοῦ, κατὰ ποίαν ἐπιστήμην ἢ τέχνην πεποίωται. κυρίως οὖν θεώρει τὴν ἐπιστήμην τοῦ μηχανικοῦ· ὁ τοὺς λόγους τῶν μηχανικῶν κατασκευασμάτων δυνάμενος δέξασθαι εἰς τὴν διάνοιαν ἑαυτοῦ. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις· ἐκεῖνον ἰατρικὸν λέγομεν τὸν εἰδότα τὰ ἰατρικὰ ὡς δεῖ, ὡς ἡ ἐπιστήμη ὑπαγορεύει. ὅταν τις οὖν τὸν ἀόρατον ὁρᾷ ὡς δεῖ– τὸ "ὡς δεῖ" δὲ λέγω, ὡς ἐφικτόν ἐστιν–, ὁρᾷ δὲ καὶ τὰ δημιουργήματα τοῦ θεοῦ τὰ ἀόρατα, ὧν καὶ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστίν, ἔχει τὸν ὀφθαλμὸν τοῦτον διὰ παντὸς πρὸς θεὸν ὁρῶντα καὶ καθαρόν. ὅταν καὶ τὰ δημιουργήματα τὰ αἰσθητὰ καὶ τὴν περὶ τούτων πρόνοιαν ὀρθῶς ἐκλαμβάνῃ, ἔχῃ καὶ τὸν αἰσθητικὸν πόθον–οὐ τοῦτον λέγω τὸν τοῦ σώματος, ἀλλὰ τὴν νόησιν τὴν τῶν αἰσθητῶν, ὁρατῶν–κατορθούμενον, καὶ οὕτω τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον. ὡς δοῦλος λαλεῖ. δοῦλος δέ ἐστιν ὁ δουλεύων θεῷ, ὁ καὶ διαθέσει καὶ ἔργῳ ὁμολογῶν τὴν δεσποτείαν, "ὁ ποιῶν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρός". "ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.