Commentarii in Psalmos · §u14-open

Commentarii in Psalmos Unit 14 opening

Unit 14.

Lemma-led open — ἐγὼ ἁπλῶς θέλω φοβεῖσθαι τὸν θεόν

Greek

ᾑρεθίσατο" αὐτὸς ὁ θεός. οὐχ ὁ τυχών ἐστιν δὲ ὁ τὸν κύριον φοβούμενος ἄνθρωπος. οὕτως νομίζομεν οἱ πολλοί, οὕτως πολλάκις λέγομεν ὅτι· "ἐγὼ ἁπλῶς θέλω φοβεῖσθαι τὸν θεόν". οὐκ ἰσμὲν δὲ τί λέγομεν· ὁ γὰρ "φόβος τοῦ θεοῦ πάντα ὑπερέβαλεν", ὡς αὐτὴ ἡ γραφὴ λέγει. καὶ ἔτι· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". εἰ οὐκ ἔχει ὑστέρημα ὁ φοβούμενος τὸν θε όν, πληρέστατός ἐστιν. τὸ "τίς ἐστιν" δύναται τὸ σπάνιον εἶναι καὶ πυσματικόν. 12 νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρεθίσατο. ᾗ αὐτὸς ὁ θεὸς αἱρεῖται. δύναται δὲ ᾗ ᾑρεθίσατο ὁ ἄνθρωπος· κυρίως γὰρ ἡ ἀρετὴ αἱρετὴ λέγεται. ὥσπερ φιλητόν ἐστιν τὸ ἄξιον τοῦ φιλεῖσθαι, κἂν μηδεὶς αὐτὸ φιλῇ, φιλητόν ἐστιν καὶ μισητὸν τὸ ἄξιον τοῦ μισεῖσθαι, κἂν μηδεὶς αὐτὸ μισῇ, οὕτως αἱρετή ἐστιν ἡ "αἱρετή", κἂν μηδεὶς αὐτὴν αἱρῆται· αἱρεῖσθαι γὰρ ἔστιν καὶ κακά, ἀλλ' οὐκ αἱρετά. μᾶλλον ἐσφαλμένη ἐστὶν ἡ περὶ ταῦτα αἵρεσις. "νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο". ἤτοι αὐτὸς ὁ νομοθετῶν ἢ ὁ νομοθετούμενος. ἀμφότερα δὲ ἀληθῆ ἐστιν. 13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται. οὗτος ὁ φοβούμενος τὸν κύριον ἄνθρωπος ἐν ἀγαθοῖς ἔχει τὴν ψυχὴν αὐλιζομένην. 13 καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. "σπέρμα αὐτοῦ" οὐ πάντως τὸ σωματικόν –πολλῶν δὲ ἁγίων 55 ἀνδρῶν φαῦλοι υἱοὶ ἀπεδείχθησαν–, ἀλλὰ τὸ σπέρμα τὸ 83 γεννώμενον κατὰ παίδευσιν καὶ μίμησιν ἀρετῆς. 14 κραταίωμα κύριος τοῖς φοβουμένοις αὐτόν. λοιπὸν λέγει τὸ μέγεθος τοῦ φοβουμένου τὸν θεόν. οὐκ ἄλλο κραταίωμα ἔχουσιν οἱ φοβούμενοι τὸν̣ θ̣εὸν ἢ αὐτὸν τόν, ὃν φοβοῦνται. ἰσχὺς αὐτῶν ἐστιν, βασιλεὺς αὐτῶν ἐστιν, κρατεῖ αὐτῶν. "καὶ τὸ ὄνομα" αὐτοῦ ἴδιον γέγονεν "τῶν φοβουμένων αὐτόν". οὔκ ἐστιν ἴδιον ἀνθρώπων, ἀλλὰ τῶν φοβουμένων· πᾶσιν μὲν γὰρ αὐτὸ δέδωκεν, ἀλλὰ τῶν φοβουμένων κτῆμα γέγονεν. 14 καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. αἱ διαθῆκαι ὅτε εἰσὶν ἐσφραγισμέναι, οὔπω δῆλά εἰσιν τὰ ἐνγεγραμμένα τοῖς κληρονόμοις. οὐκ ἀεὶ οὖν μένει ἡ διαθήκη αὕτη ἐσφραγισμένη, ἀλλὰ λυθήσεταί ποτε, ἵνα ἀποδοθῇ ἡ κληρονομία τοῖς ἐνγραφεῖσιν. δηλώσει οὖν αὐτοῖς. καὶ ἐπεὶ πολλαχοῦ λέγει τὸν θεῖον λόγον διαθήκην τόν τε παλαιὸν καὶ καινόν, τὸν πρὸ τῆς ἐπιδημίας καὶ μετ' αὐτήν, δεῖ ταύτην τὴν διαθήκην δηλωθῆναι, δεῖ λυθῆναι. τότε δὲ λύεται, ὅταν πληρωθῇ τὰ προαναφωνηθέντα δι' ἐκβάσεως κατὰ τό· "ὅπως πληρωθῇ τὸ ῥηθέν"· τότε γὰρ βεβαία γίνεται, ὅτε τέθνηκεν ὁ διαταξάμενος· ἡ λύσις γὰρ τότε γίνεται. κἂν μὴ λυθῇ τῷ μὴ εἶναι ἀντίρρησιν, λέλυται τῇ δυνάμει· τὅτε γὰρ ἀποδίδεται τὰ διαταγέντα, τοῖς εἰληφόσιν λέλυται ἡ διαθήκη. 15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. θεώρει ὅτι, ἐὰν μὴ ἀκριβῶς ἐπιστάνωμεν ταῖς λέξεσιν, ὁτὲ ἐναντιώματα εὑρίσκεται. οὐκέτι ἐστὶν κατὰ τὸν λέγοντα· "πολλή ἐστιν ἡ ἁμαρτία μου", τό· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον"· ὁ γὰρ διὰ παντὸς τοὺς ὀφθαλμοὺς προσέχων πρὸς τὸν κύριον οὐκ ἔχει ὅλως ἁμαρτίαν, καθαρὰν ἔχει καρδίαν. οὕτω καὶ αὐτὸν τὸν θεὸν ὁρᾶν δύναται. ὅταν οὖν μὴ ποτὲ ὁρᾷ, ποτὲ δὲ μή, διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμούς, λέγει· "ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". μετὰ σοῦ δὲ ὢν οὐχ ἁμαρτάνω. εἰ μὴ ἐκτός τις γένηται θεοῦ, οὐχ ἁμαρτάνει. "οἱ μακρύνοντες" οὖν "ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται". ἐπερ · "καὶ ἡ διαθήκη αὐτοῦ"; –ἡ τοῦ θεοῦ διαθήκη δηλοῦται, ὅταν τις ἀποδειχθῇ ἄξιος τοῦ λαβεῖν τὰ ἐπαγγελλόμενα. ἔχει δέ τι παράδοξον παρὰ τὰς ἄλλας διαθήκας ἡ τοῦ θεοῦ· προσάπαξ λύονται αἱ τῶν ἀνθρώπων διαθῆκαι. ὁ θεὸς δὲ καθ' ἡμέραν. οὗτος οὖν τὴν διαθήκην καὶ δηλοῖ τοῖς προσερχομένοις καὶ ἀξίοις οὖσιν. ὥσπερ ἐν τοῖς ἄλλοις πᾶσιν παραλλάττει τὰ τοῦ θεοῦ ἔλεγον γὰρ ὅτι τὸ φῶς τοῦτο τὸ αἰσθητὸν ὅταν εἰς μέσον ἔλθῃ, φωτίζει τὸν ὄψιν ἔχοντα· οὐ παρέχει ἀντίλημψιν τῷ τυφλῷ. τὸ δὲ τοῦ

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.