Commentarii in Psalmos · §u15-rem-close

Unit 15 rem close

Rem CLOSEOUT: Unit 15 CLOSEOUT.

Greek

τοίνυν εἰσὶν καὶ γοναί, καθ' ἃς γεννᾷ ἡ ψυχὴ ἢ ὁ νοῦς, ἐκείνους νεφροὺς λέγει σὺν τῇ καρδίᾳ ὀνομαζομένῃ. "ἐγγὺς εἶ", φησίν, "τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν". ἀπὸ τούτων τῶν νεφρῶν πόρρω εἶ, ὦ θεέ, οὐκ ἀπὸ τῶν σωματικῶν μερῶν. τοὺς νεφρούς μου οὖν καὶ τὴν καρδίαν μου ἔτασον, δοκίμασον. οὐκ ἔχω σπέρματα δυνάμενα χωρῆσαι ὥστε γενέσθαι τέκνα ἐπάρατα, τέκνα ὀλέθρια, οἷα εἶχεν ὁ Ἰούδας· εἴρηται γὰρ ὅτι· "γενηθήτω αὐτὰ εἰς ἐξολέθρευσιν. μὴ ὑπαρχέτω αὐτῷ ἀντιλήμπτωρ", μηδὲ τοῖς τέκνοις αὐτοῦ βοηθός, οὐ περὶ τέκνων τῶν σωματικῶν. τάχα δὲ οὐδὲ οἴδαμεν, εἰ εἶχεν τέκνα. τέκνα αὐτοῦ ὀνομάζει τοὺς προδότας πάντας τῆς ἀληθείας. ὥσπερ ὁ Παῦλος γεννᾷ διὰ τοῦ εὐαγγελίου, ἐκεῖνος ἐγέννησεν διὰ τῆς προδοσίας ὧν προῆλθεν ἐπὶ τῷ παραδοῦναι τὸν Ἰησοῦν· "τί θέλετέ μοι δοῦναι, κἀγὼ παραδώσω ὑμῖν αὐτόν"; διὰ ταύτης τῆς σπουδῆς πατὴρ γέγονεν πάντων τῶν προδοτῶν τῆς ἀληθείας. "καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου". ὁ εὐαρεστῶν ἐν τῇ ἀληθείᾳ τοῦ θεοῦ οὐκ ἐπαισχύνεται τοὺς λόγους αὐτοῦ· εἶπεν γὰρ Ἰησοῦς· "ὃς ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς λόγους μου". εἰ δὲ τὸν ἐπαισχυνόμενον ἐπαιςχύνεται καὶ αὐτός, τὸν παρρησιαζόμενον καὶ ἐνμένοντα τῇ ἀληθείᾳ καὶ πάντων αὐτὴν προκρίνοντα καὶ αὐτὸς ἰσχυ ροποιεῖ, ἐνμένει αὐτῷ. 4 οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. ἀσυνύπαρκτά εἰσιν τὰ κακὰ καὶ τὰ ἀγαθά. ὁ ἔχων τὰ ἀγαθὰ οὐ δύναται μετέχειν κακῶν. ὁ ἐπὶ κακίαν πεποιωμένος καθ' ὅσον ἐστὶν κακός, ἀνεπίδεκτός ἐστιν ἀρετῆς. ἐπειδὴ δὲ ἀποχὴ τῶν κακῶν, ὅταν τις πεφυκὼς πρὸς αὐτὰ ἀπέχηται αὐτῶν προαιρέσει, τὰ παιδία οὐκ ἔχει ἀκολασίαν, ἀλλ' οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀκολασίας. τὸ ἄψυχον καὶ τὸ ἄλογον οὐκ ἔχει ἀσέβειαν· καὶ οὐ λέγω αὐτὰ ἀπέχεσθαι ἀσεβείας· τὸ γὰρ ἀπέχεσθαι προαιρετικὸν κίνημά ἐστιν. ἐν τῷ πρώτῳ γοῦν ψαλμῷ μακαρίζει τὸν ἄνδρα τὸν κατὰ τὸν ἔσω ἄνθρωπον τέλειον· "μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ὁ σοφιστὴς καὶ ἀπατεὼν δύναται εἰπεῖν, ὅτι οὐδὲ τὸ παιδίον οὐδὲ τὸ ἄλογον οὐδὲ τὸ ἄψυχον "ἐπορεύθη ἐν βουλῇ ἀσε94 βῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν". ἀποφήσας τοῦ τελείου τὰ τοιαῦτα λέγει· πῶς ἀπέχεται τούτων τῷ "τὸ θέλημα ἑαυτοῦ" ἔχειν "ἐν τῷ νόμῳ κυρίου"; –οὐ παντὸς δέ ἐστιν ἔχειν "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου". ὅσοι γὰρ δοκοῦσιν μὴ ἁμαρτάνειν τῷ 63 ἐπανέχειν νόμῳ ἐὰν διὰ τὸ φοβεῖσθαι κόλασιν τοῦτο ποιῶσιν, οὐκ ἔχουσιν "τὸ θέλημα ἑαυτῶν ἐν τῷ νόμῳ κυρίου". ἐὰν γοῦν τις πείσῃ αὐτούς, ὅτι οὐκ ἔνι κόλασις, πάντα τὰ ἀπηγορευμένα πράττουσιν. ὁ δὲ ἔχων "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ κυρίου", κἂν μυρίαι πεῖραι, κἂν κολάσεις πολλαὶ ἐπηρτημέναι αὐτῷ ὦσιν, οὐκ ἀφίσταται τοῦ θελήματος τοῦ νόμου. οἷοι ἦσαν οἱ Μακκαβαῖοι, οἷοι ἐτύγχανον οἱ καθ' ἡμᾶς μάρτυρες τῆς ἀληθείας. ὥσπερ οὖν οὐ λέγει πρότερον τὸν τέλειον ἄνδρα ἀπεσχῆσθαι τῶν κακῶν τῷ ἔχειν τὸ θέλημα τὸ ἴδιον ἐν τῷ νόμῳ κυρίου, καὶ ἐνταῦθα εἰπὼν τὰ προσόντα ἀγαθὰ λέγει λοιπὸν ἃ ἀπαγορεύει καὶ λέγει ὅτι· ἐπειδὴ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐλπίσας ἐπὶ σοὶ οὐκ ἀσθενῶ ἔχων τὸ ἔλεός σου πρὸ ὀφθαλμῶν μου, ἐπεὶ τοιοῦτός εἰμι, "οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος". οὐκ ἄλλο μέ τι διεῖλεν τῆς ματαιότητος τοῦ συνεδρίου ἢ τὸ ἐν τοιούτῳ βίῳ εἶναι· βίος γὰρ διαιρείτω τῶν ἀνθρώπων, μὴ τόπος. τὸν σπουδαῖον ἀρετὴ διαιρεῖ ἀπὸ τῶν χυδαίων ἀνθρώπων, ἐπιστήμη διαστέλλει ἀπὸ τῶν ἀμαθῶν τὸν ἔχοντα. οὕτω καὶ ἐνταῦθα ὁ πορευθεὶς ἐν ἀκακίᾳ καὶ ἐλπίδα τὸν θεὸν ἔχων καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ οὐκ ἀσθενήσων "οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος". καὶ ὧδε δύναταί τις εἰπεῖν· "τὸ παιδίον καὶ τὸ ἄλογον καὶ τὸ ἄψυχον οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος". –ἀλλ' ἐκεῖνα οὐκ ἐκάθισεν μετὰ συνεδρίου ματαιότητος τῷ μὴ πεφυκέναι, οὐ τῷ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ ἠλπικέναι ἐπὶ τῷ θεῷ. "καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". οὐ συνκατεθέμην ποτὲ τοῖς μάταια βουλευομένοις καὶ συνεδριάζουσιν ἕνεκα τοῦ τοιαῦτα πράττειν οὐδὲ μετὰ παρανόμων εἰσῆλθον. οὐ μόνον οὐκ ἐκάθισα, ἀλλ' οὐδὲ εἰςῆλθον· μετὰ γὰρ τὴν εἴσοδον ἡ κάθισις ἡ ἐν συνεδρίῳ ἐστίν. ταύτης τῆς προαιρέσεως καὶ ἀρετῆς τυγχάνων καὶ ὁ Ἰηρεμίας ἔλεγεν· "οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων, ἀλλ' εὐλαβούμην ἀπὸ προσώπου

About this text

Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.