Commentarii in Psalmos Unit 16 opening
Unit 16.
Lemma-led open — ἐκάθισαν
Greek
τῆς χειρός σου· κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην"· ταῦτα γὰρ πρὸς τὸν παντοκράτορα λέγει. ταὐτόν ἐστιν τὸ παίζειν καὶ τὸ μάταια βουλεύεσθαι· οὐ γὰρ ὧδε τὸ παίγνιον ἐπαινετόν ἐστιν, ἀλλὰ τοιοῦτον τυγχάνει οἷον εἶχον οἱ μοσχοποιήσαντες· "ἐκάθισαν" γάρ, φησίν, "φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν". τὸ οὕτω παίζειν ἀπηγορευμένον τυγχάνει. "οὐκ ἐκάθισα" οὖν "μετὰ συνεδρίου παιζόντων". καὶ πολλάκις ἀποδέδεικται, ὅτι τὰ ἐπιπόλαια τοῦ βίου πράγματα τὰ βλάπτοντα μᾶλλον ἢ ὠφελοῦντα, τὰ εὐσάλευτα, μάταια λέγεται. ὁ σπουδὴν ἔχων μετὰ τοιούτων ἀνθρώπων, κἂν μὴ τοπικῶς καθίσῃ μετ' αὐτῶν, ἐστὶν ἐν τῷ τῆς μαται95 ότητος συνεδρίῳ καθήμενος. "καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω". παρανομοῦντας ὧδε λέγει τοὺς παραβαίνοντας τὸν νόμον, οὐ τοὺς μηδ' ὅλως ἐσχηκότας νόμον–ἐκεῖνοι δὲ ἄνομοι καὶ ἀνομοῦντές εἰσιν–, ἐπεὶ πόρρω ἦν τῶν τοιούτων. ἐπερ · "οὐ μὴ εἰσέλθω"; –ἀντὶ τοῦ· οὐκ εἰσῆλθον εἰς τὴν παρανομίαν· τὸ γὰρ εἰσελθεῖν μετὰ παρανομούντων, τουτέστιν τὸ παρανομῆσαι, ὡς τὸ εἰσελθεῖν εἰς τὴν ἀρετὴν τὸ κατὰ ἀρετὴν ἐνεργῆσαι σημαίνει. 5 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. οἱ πονηρευόμενοι ἢ οἱ αὐτοί εἰσιν τοῖς συνεδριάζουσιν ματαίως ἢ οὐ μακράν εἰσιν αὐτῶν. καὶ τάχα οἱ περὶ πρακτικὰ ἁμαρτάνοντες ἐπὶ ματαίοις συνεδριάζουσιν, οἱ δὲ ψευδῆ φρονοῦντες καὶ αἱρεθικὰς γνώμας ἔχοντες ἐκκλησία εἰσὶν πονηρευομένων. εὖ δὲ καὶ τὸ φάναι "πονηρευομένων". οὐδεὶς κατὰ φύσιν πονηρὸς λέγεται πονηρεύεσθαι, ἀλλ' ὁ πεφυκὼς μὲν πρὸς τὸ οὕτως ἐνεργεῖν, δυνάμενος δὲ ἐκτὸς εἶναι τῆς ἐνεργείας. 6 νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου. ὁ λέγων· "ἐν ἀκακίᾳ μου ἐπορεύθην", καὶ λέγων· "δοκίμασόν με καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου", λέγει· "νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου". λέγομεν τοῦτο· τὰ πρότερον κατορθώματα ψυχικὰ ἦσαν· διάθεσιν ἐσήμαινον τοῦ παρρησιαζομένου τὸ μὴ ἔχειν 64 ἀδικίαν ἐν νεφροῖς καὶ καρδίᾳ, τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι, τὸ ἐλπίζειν ἐπὶ τῷ θεῷ, τὸ παρρησιάζεσθαι καὶ λέγειν· "δοκί μασόν με καὶ πείρασόν με". ἐπεὶ τοίνυν οὕτως εἰμὶ κατὰ τὴν γνώμην, καὶ τὰς πράξεις ἔχω καθαράς. ἡ διάθεσις ἀπέπλυνέν μου τὰς πράξεις. "νίψομαι" οὖν "ἐν ἀθῴοις τὰς χεῖράς μου"· οὐ γὰρ ἀρκοῦμαι μόνον τῇ διαθέσει. 6 καὶ κυκλώσω τὸ θυσιατήριόν σου, κύριε. καὶ οἱ ἱερεῖς κατὰ τὸν νόμον νιπτόμενοι ἐκύκλουν τὸ θυσιαστήριον. διδάσκει δὲ τὸ τοιοῦτον θέσπισμα, ὅτι δεῖ καθαρὸν εἶναι καὶ πράξεσιν τὸν ἱερώμενον. ἀμέλει γοῦν κατεσκευάσθη λουτὴρ εἰς τὸ νίπτεσθαι "τοὺς πόδας καὶ τὰς χεῖρας" οὐκ ἐξ ἄλλης ὕλης ἢ ἐκ τῶν καθόπτρων. ἔλαβεν ὁ Μωυσῆς πολλὰ χρυσία καὶ ἄλλα σκεύη παρὰ τῶν Ἑβραίων εἰς τὸ κατασκευάσαι πολλὰ τοῦ ναοῦ σκεύη, λυχνίαν, τράπεζαν. καὶ τὰ μὲν ἐξ ἀργύρου, τὰ δὲ ἐκ χρυσοῦ, τὸν λουτῆρα δὲ ἐκ τῶν καθόπτρων τῶν γυναικῶν κατεσκεύασεν διδάςκων, ὅτι πλυνόμενός τις τὰς πράξεις ἑαυτοῦ καὶ τὰς πορευτικὰς τῆς ψυχῆς δυνάμεις εἰσοπτρίζεσθαι ἑαυτὸν ὀφείλει. ὅτι δὲ ἡ τοιαύτη ἀγωγὴ ἔσοπτρον λέγεται, καὶ Ἰάκωβος γράφει· τὸν "ἀκροατὴν ἐπιλησμονῆς γενόμενον" καὶ μὴ "ποιητὴν ἔργου" λέγει· "κατενόησεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐσόπτρῳ καὶ εὐθέως ἀπελήλυθεν καὶ ἐπελάθετο ὁποῖος ἦν". οὐκ ᾐτιάσατο τὸ κατανοῆσαι ἐν ἐσόπτρῳ τὸ πρόσωπον, ἀλλὰ 96 τὸ ἀποστῆναι εὐθέως. ὡς δὲ ὁ ἐσοπτριζόμενος ὅταν ἀποστῇ τοῦ καθόπτρου, οὐκέτι ὁρᾷ ἑαυτόν, οὕτως ὁ τῷ νόμῳ ἐπανέχων ἐὰν μὴ ποιητὴς ᾖ τοῦ νόμου, παρέρχεται κατὰ τὸν ἀφιστάμενον τοῦ ἐσόπτρου καὶ λήθην λαμβάνει τοῦ κατὰ τὴν . "ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου καθοπτριζόμεθα". ἐν τῷ λουτῆρι ἄρα τῷ ἐκ καθόπτρων γενομένῳ καὶ ὁ ἀπόστολος ἐνίπτετο τὰς χεῖρας καὶ τοὺς ἄλλους εἰς τοῦτο προετρέπετο. 7τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου. ὁρᾷς,
About this text
Didymus the Blind, Commentarii in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.